18.4
τούτων δὲ πραχθέντων ἀπολέλειπτο μὲν ὁ Νικίας μόνος τῶν στρατηγῶν, ἦν δʼ ἐλπίδος μεγάλης. καὶ γὰρ πόλεις μεθίσταντο καὶ πλοῖα μεστὰ σίτου πολλαχόθεν ἦλθεν εἰς τὸ στρατόπεδον,εἰς τὸ στρατόπεδον MSS. and edd.; ἦλθεν added by Sintenis. τοῖς πράγμασιν εὖ φερομένοις πάντων προστιθεμένων. καὶ λόγοι τινὲς ἤδη παρὰ τῶν Συρακουσίων ἐγίνοντο περὶ συμβάσεως πρὸς αὐτόν, ἀπεγνωκότων τὴν πόλιν.
18.5
ὅπου καὶ Γύλιππος ἐκ Λακεδαίμονος πλέων βοηθὸς αὐτοῖς, ὡς ἤκουσε κατὰ πλοῦν τὸν ἀποτειχισμὸν καὶ τὰς ἀπορίας, οὕτως ἔπλει τὸ λοιπὸν ὡς ἐχομένης μὲν ἤδη τῆς Σικελίας, Ἰταλιώταις δὲ τὰς πόλεις διαφυλάξων, εἰ καὶ τοῦτό πως ἐγγένοιτο. μεγάλη γὰρ ἡ δόξα διεφοίτα τοῦ κρατεῖν πάντα τοὺς Ἀθηναίους καὶ στρατηγὸν ἔχειν ἄμαχον διʼ εὐτυχίαν καὶ φρόνησιν.
18.6
ὁ δὲ Νικίας εὐθὺςεὐθὺς deleted by Coraës and Bekker. αὐτὸς καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐν τῷ παρόντι ῥώμης καὶ τύχης ἀνατεθαρρηκώς, μάλιστα δὲ τοῖς ἐκ Συρακουσῶν διαλεγομένοις κρύφα καὶ πέμπουσι πρὸς αὐτὸν ὅσον οὔπω τὴν πόλιν ἐνδίδοσθαι κατὰ συμβάσεις νομίζων, οὐδένα τοῦ Γυλίππου λόγον ἔσχε προσπλέοντος, οὐδὲ φυλακὴν ἐποιήσατο καθαράν, ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι λαθὼν αὐτὸν ὁ ἀνὴρ εἰσέπλευσε διὰ πορθμοῦ, καὶ προσκομισθεὶς ἀπωτάτω τῶν Συρακουσῶν στρατιὰν συνηγάγετο πολλήν, οὐδʼ εἰ πάρεστι τῶν Συρακουσίων ἐπισταμένων οὐδὲ προσδοκώντῶν.