Thesauros Edebiyat biography Νικίας

Νικίας

Νικίας Plutarch
14.3 ὁ δέ, Λαμάχου μὲν ἄντικρυς ἀξιοῦντος πλεῖν ἐπὶ Συρακούσας καὶ μάχην ἔγγιστα τῆς πόλεως τιθέναι, Ἀλκιβιάδου δὲ τὰς πόλεις ἀφιστάναι Συρακουσίων, εἶθʼ οὕτως ἐπʼ αὐτοὺς βαδίζειν, τὰ ἐναντία λέγων καὶ κελεύων ἀτρέμα παρὰ τὴν Σικελίαν κομιζομένους καὶ περιπλέοντας ἐπιδείξασθαι τὰ ὅπλα καὶ τὰς τριήρεις, εἶτʼ ἀποπλεῖν Ἀθήναζε μικρὸν τῆς δυνάμεως Αἰγεστεῦσιν ἀπαρξαμένους, αὐτίκα τε τὴν γνώμην ὑπεξέλυσε καὶ κατέβαλε τὸ φρόνημα τῶν ἀνδρῶν.
14.4 καὶ μετʼ ὀλίγον χρόνον Ἀλκιβιάδην Ἀθηναίων μεταπεμψαμένων εἰς κρίσιν, λόγῳ μὲν ἀποδειχθεὶς δεύτερος ἡγεμών, δυνάμει δὲ μόνος ὤν, οὐκ ἐπαύσατο καθήμενος ἢ περιπλέων ἢ βουλευόμενος, πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷαὐτῷ MSS., Coraës, and Bekker: αὐτῶν. τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος καὶ τὸν φόβον ὃν ἡ πρώτη παρέθηκεν αὐτοῖς ὄψις τῶν δυνάμεων.
14.5 ἔτι δὲ τοῦ Ἀλκιβιάδου παρόντος ἑξήκοντα ναυσὶ πλεύσαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα· καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀποκαλοῦσαι διὰ κήρυκος, αὗται λαμβάνουσι ναῦν πολεμίαν σανίδας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι· κείμεναι δʼ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς Ὀλυμπίου τότε πρὸς ἐξέτασιν καὶ κατάλογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi