Thesauros Edebiyat biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
32.3 καίτοι πολλὰ προσελιπάρει Λούκουλλος ἀξιῶν αὐτοὺς μακροθυμίαν ἐμβαλέσθαι ταῖς ψυχαῖς, ἄχρι οὗ τὴν ἐν Ἀρμενίοις Καρχηδόνα λαβόντες ἀνδρὸς ἐχθίστου, τὸν Ἀννίβαν λέγων, ἔργον ἀνατρέψωσιν. ὡς δʼ οὐκ ἔπειθεν, ἀπῆγεν αὐτοὺς ὀπίσω καὶ κατʼ ἄλλας ὑπερβολὰς διελθὼν τὸν Ταῦρον εἰς τὴν λεγομένην Μυγδονικὴν κατέβαινε, χώραν παμφόρον καὶ ἀλεεινὴν καὶ πόλιν ἐν αὑτῇ μεγάλην καὶ πολυάνθρωπον ἔχουσαν, ἣν οἱ μὲν βάρβαροι Νίσιβιν, οἱ δʼ Ἕλληνες Ἀντιόχειαν Μυγδονικὴν προσηγόρευον.
32.4 ταύτην εἶχεν ἀξιώματι μὲν ἀδελφὸς Τιγράνου Γούρας, ἐμπειρίᾳ δὲ καὶ δεινότητι μηχανικῇ Καλλίμαχος ὁ καὶ περὶ Ἀμισὸν πλεῖστα πράγματα Λουκούλλῳ παρασχών, βαλόμενος δὲ στρατόπεδον καὶ πᾶσαν ἰδέαν πολιορκίας ἐπαγαγών ὀλίγῳ χρόνῳ κατὰ κράτος λαμβάνει τὴν πόλιν.
32.5 καὶ Γούρᾳ μὲν ἑαυτὸν ἐγχειρίσαντι φιλανθρώπως ἐχρήσατο, Καλλιμάχῳ δʼ ὑπισχνουμένῳ θήκας ἀπορρήτους μεγάλων χρημάτων ἀνακαλύψειν οὐ προσέσχεν, ἀλλʼ ἐκέλευσεν ἐν πέδαις κομίζεσθαι δίκην ὑφέξοντα τοῦ πυρὸς, ᾧ τὴν Ἀμισηνῶν διαλυμηνάμενος πόλιν ἀφείλετο φιλοτιμίαν αὐτοῦ καὶ χρηστότητος ἐπίδειξιν πρὸς τοὺς Ἕλληνας.
33.1 μέχρι τοῦδε φαίη τις ἂν Λουκούλλῳ τὴν τύχην ἑπομένην συστρατηγεῖν. ἐντεῦθεν δʼ ὥσπερ πνεύματος ἐπιλιπόντος προσβιαζόμενος πάντα καὶ παντάπασιν ἀντικρούων ἀρετὴν μὲν ἐπεδείκνυτο καὶ μακροθυμίαν ἡγεμόνος ἀγαθοῦ, δόξαν δὲ καὶ χάριν οὐδεμίαν αἱ πράξεις ἔσχον, ἀλλὰ καὶ τὴν προϋπάρχουσαν ἐγγὺς ἦλθε δυσπραγῶν καὶ διαφερόμενος μάτην ἀποβαλεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi