Thesauros Edebiyat biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
22.3 τοῦτον, ὡς ἔοικεν, ὁ Τιγράνης πεμφθέντα πρεσβευτὴν ὑπὸ τοῦ Μιθριδάτου πρὸς αὐτὸν δεομένου βοηθεῖν ἐπὶ Ῥωμαίους ἤρετο· σὺ δʼ αὐτὸς, ὦ Μητρόδωρε, τί μοι περὶ τούτων παραινεῖς; κἀκεῖνος εἴτε πρὸς τὸ Τιγράνου συμφέρον εἴτε Μιθριδάτην σῴζεσθαι μὴ βουλόμενος, ὡς μὲν πρεσβευτὴς ἔφη κελεύειν, ὡς δὲ σύμβουλος ἀπαγορεύειν. ταῦτʼ ἐξήνεγκεν ὁ Τιγράνης τῷ Μιθριδάτῃ καὶ κατεῖπεν ὡς οὐδὲν ἐργασομένῳ τὸν Μητρόδωρον ἀνήκεστον. ὁ δʼ εὐθὺς ἀνῄρητο·
22.4 καὶ μετάνοια τὸν Τιγράνην εἶχεν, οὐ παντελῶς ὄντα τῷ Μητροδώρῳ τῆς συμφορᾶς αἴτιον, ἀλλὰ ῥοπήν τινα τῷ πρὸς αὐτὸν ἔχθει τοῦ Μιθριδάτου προσθέντα. πάλαι γὰρ ὑπούλως εἶχε πρὸς τὸν ἄνδρα, καὶ τοῦτʼ ἐφωράθη τῶν ἀπορρήτων αὐτοῦ γραμμάτων ἁλόντων, ἐν οἷς ἦν καὶ Μητρόδωρον ἀπολέσθαι διατεταγμένον. ἔθαψεν οὖν ὁ Τιγράνης λαμπρῶς τὸ σῶμα, μηδεμιᾶς πολυτελείας φεισάμενος εἰς νεκρὸν ὃν ζῶντα προὔδωκεν.
22.5 ἐτελεύτησε δὲ παρὰ τῷ Τιγράνῃ καὶ Ἀμφικράτης ὁ ῥήτωρ, εἰ δεῖ καὶ τούτου μνήμην τινὰ γενέσθαι διὰ τὰς Ἀθήνας, λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι, δεομένων δʼ αὐτόθι σοφιστεύειν ὑπεριδεῖν καταλαζονευσάμενον, ὡς οὐδὲ λεκάνη δελφῖνα χωροίη, μεταστάντα δὲ πρὸς Κλεοπάτραν τὴν Μιθριδάτου θυγατέρα, Τιγράνῃ δὲ συνοικοῦσαν ἐν διαβολῇ γενέσθαι ταχύ, καὶ τῆς πρὸς τοὺς Ἕλληνας ἐπιμιξίας εἰργόμενον ἀποκαρτερῆσαι· ταφῆναι δὲ καὶ τοῦτον ἐντίμως ὑπὸ τῆς Κλεοπάτρας καὶ κεῖσθαι περὶ Σαφάν, ἐκεῖ τι χωρίον οὕτω καλούμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi