2.3
ἦν μὲν οὖν ἀκμὴ χειμῶνος, ἐξέπλευσε δὲ τρισὶν Ἑλληνικοῖς μυοπάρωσι καὶ δικρότοις ἴσαις Ῥοδιακαῖς πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας, πανταχόσε τῷ κρατεῖν πολλὰς διαφερομένας, παραβαλλόμενος. οὐ μὴν ἀλλὰ καὶ Κρήτην κατάρας ὠκειώσατο καὶ Κυρηναίους καταλαβὼν ἐκ τυραννίδων συνεχῶν καὶ πολέμων ταραττομένους ἀνέλαβε, καὶ κατεστήσατο τὴν πολιτείαν Πλατωνικῆς τινος φωνῆς ἀναμνήσας τὴν πόλιν, ἣν ἐκεῖνος ἀπεθέσπισε πρὸς αὐτούς.
2.4
δεομένων γὰρ, ὡς ἔοικεν, ὅπως τε νόμους γράψῃ καὶ τὸν δῆμον αὐτὸν εἰς τύπον τινὰ καταστήσῃ πολιτείας σώφρονος, ἔφη χαλεπὸν εἶναι Κυρηναίοις οὕτως εὐτυχοῦσι νομοθετεῖν. οὐδὲν γὰρ ἀνθρώπου δυσαρκτότερον εὖ πράσσειν δοκοῦντος, οὐδʼ αὖ πάλιν δεκτικώτερον ἐπιστασίας συσταλέντος ὑπὸ τῆς τύχης, ὃ καὶ τότε Κυρηναίους νομοθετοῦντι Λουκούλλῳ πρᾴους παρέσχεν.
2.5
ἐκεῖθεν δʼ ἀναχθεὶς ἐπʼ Αἰγύπτου τὰ πλεῖστα τῶν σκαφῶν ἀπέβαλε πειρατῶν ἐπιφανέντων, αὐτὸς δὲ διασωθεὶς κατήγετο λαμπρῶς εἰς Ἀλεξάνδρειαν. ἀπήντησε γὰρ αὐτῷ σύμπας ὁ στόλος, ὥσπερ εἰώθει βασιλεῖ καταπλέοντι, κεκοσμημένος ἐκπρεπῶς· καὶ τὸ μειράκιον ὁ Πτολεμαῖος ἄλλην τε θαυμαστὴν ἐπεδείκνυτο φιλοφροσύνην πρὸς αὐτόν, οἴκησίν τε καὶ δίαιταν ἐν τοῖς βασιλείοις ἔδωκεν, οὐδενός πω ξένου πρότερον ἡγεμόνος αὐτόθι καταχθέντος.