Thesauros Edebiyat biography Κίμων

Κίμων

Κίμων Plutarch
1.1 Περιπόλτας ὁ μάντις ἐκ Θετταλίας εἰς Βοιωτίαν Ὀφέλταν τὸν βασιλέα καὶ τοὺς ὑπʼ αὐτῷ λαοὺς καταγαγὼν γένος εὐδοκιμῆσαν ἐπὶ πολλοὺς χρόνους κατέλιπεν, οὗ τὸ πλεῖστον ἐν Χαιρωνείᾳ κατῴκησεν, ἣν πρώτην πόλιν ἔσχον ἐξελάσαντες τοὺς βαρβάρους. οἱ μὲν οὖν πλεῖστοι τῶν ἀπὸ τοῦ γένους φύσει μάχιμοι καὶ ἀνδρώδεις γενόμενοι καταναλώθησαν ἐν ταῖς Μηδικαῖς ἐπιδρομαῖς καὶ τοῖς Γαλατικοῖς ἀγῶσιν ἀφειδήσαντες ἑαυτῶν·
1.2 λείπεται δὲ παῖς ὀρφανὸς γονέων, ὄνομα Δάμων, παρωνύμιον δὲ Περιπόλτας, πολὺ δή τι καὶ σώματος κάλλει καὶ ψυχῆς φρονήματι τοὺς καθʼ αὑτὸν ὑπεραίρων νέους, ἄλλως δʼ ἀπαίδευτος καὶ σκληρὸς τὸ ἦθος.
1.2 τούτου Ῥωμαῖος ἡγεμὼν σπείρας τινὸς ἐν Χαιρωνείᾳ διαχειμαζούσης ἐρασθεὶς ἄρτι τὴν παιδικὴν ἡλικίαν παρηλλαχότος, ὡς οὐκ ἔπειθε πειρῶν καὶ διδούς, δῆλος ἦν οὐκ ἀφεξόμενος βίας, ἅτε δὴ καὶ τῆς πατρίδος ἡμῶν τότε λυπρὰ πραττούσης καὶ διὰ μικρότητα καὶ πενίαν παρορωμένης.
1.3 τοῦτο δὴ δεδιὼς ὁ Δάμων, καὶ τὴν πεῖραν αὐτὴν διʼ ὀργῆς πεποιημένος, ἐπεβούλευε τῷ ἀνδρὶ καὶ συνίστη τῶν ἡλικιωτῶν τινας ἐπʼ αὐτόν, οὐ πολλοὺς ἕνεκα τοῦ λαθεῖν, ἀλλʼ οἱ σύμπαντες ἑκκαίδεκα γενόμενοι χρίονται μὲν αἰθάλῳ τὰ πρόσωπα νυκτός, ἐμπιόντες δὲ ἄκρατον ἅμʼ ἡμέρᾳ προσπίπτουσι τῷ Ῥωμαίῳ κατʼ ἀγορὰν θύοντι, καὶ καταβαλόντες αὐτόν τε καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγους ἐκ τῆς πόλεως μετέστησαν.
1 / 31 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi