Thesauros Edebiyat biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
27.3 μέλλοντος δὲ τοὺς στρατιώτας διαπεραιοῦν, καὶ δεδιότος μὴ τῆς Ἰταλίας ἐπιλαβόμενοι κατὰ πόλεις ἕκαστοι διαρρυῶσι, πρῶτον μὲν ὤμοσαν ἀφʼ αὑτῶν παραμενεῖν καὶ μηδὲν ἑκουσίως κακουργήσειν τὴν Ἰταλίαν, ἔπειτα χρημάτων δεόμενον πολλῶν ὁρῶντες, ἀπήρχοντο καὶ συνεισέφερον ὡς ἕκαστος εἶχεν εὐπορίας. οὐ μὴν ἐδέξατο τὴν ἀπαρχὴν ὁ Σύλλας, ἀλλʼ ἐπαινέσας καὶ παρορμήσας διέβαινεν, ὥς φησιν αὐτός, ἐπὶ πεντεκαίδεκα στρατηγοὺς πολεμίους πεντήκοντα καὶ τετρακοσίας σπείρας ἔχοντας, ἐκδηλότατα τοῦ θεοῦ τὰς εὐτυχίας προσημαίνοντος αὐτῷ.
27.4 θύσαντος μὲν γὰρ εὐθέως ᾗ διέβη περὶ Τάραντα, δάφνης στεφάνου τύπον ἔχων ὁ λοβὸς ὤφθη, καὶ λημνίσκων δύο κατηρτημένων, μικρὸν δὲ πρὸ τῆς διαβάσεως ἐν Καμπανίᾳ περὶ τὸ Τίφατον ὄρος ἡμέρας ὤφθησαν δύο τράγοι μεγάλοι συμφερόμενοι καὶ πάντα δρῶντες καὶ πάσχοντες ἃ συμβαίνει μαχομένοις ἀνθρώποις. ἦν δὲ ἄρα φάσμα, καὶ κατὰ μικρὸν αἰρόμενον ἀπὸ γῆς διεσπείρετο πολλαχοῦ τοῦ ἀέρος εἰδώλοις ἀμαυροῖς ὅμοιον, εἶτα οὕτως ἠφανίσθη.
27.5 καὶ μετʼ οὐ πολὺν χρόνον ἐν τῷ τόπῳ τούτῳ Μαρίου τοῦ νέου καὶ Νορβανοῦ τοῦ ὑπάτου μεγάλας δυνάμεις ἐπαγαγόντων, ὁ Σύλλας οὔτε τάξιν ἀποδοὺς οὔτε λοχίσας τὸ οἰκεῖον στράτευμα, ῥώμῃ δὲ προθυμίας κοινῆς καὶ φορᾷ τόλμης ἀποχρησάμενος ἐτρέψατο τοὺς πολεμίους καὶ κατέκλεισεν εἰς Καπύην πόλιν τὸν Νορβανόν, ἑπτακισχιλίους ἀποκτείνας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi