26.4
ἐτύγχανε γάρ, ὅτε τὴν πρὸς Ὀρχομενῷ μάχην νενικηκὼς ἐδίωκε τοὺς πολεμίους, ἅμα τρεῖς πόλεις τῆς Βοιωτίας, Ἀνθηδόνα, Λάρυμναν, ἉλὰςἉλῶν, Ἁλὰς with Coraës (in notes): Ἁλαιῶν, Ἁλαίας. ἀνῃρηκώς. τῶν δʼ ἀνθρώπων ὑπὸ δέους ἀφώνων γενομένων, διαμειδιάσας ἐκέλευσεν ἀπιέναι χαίροντας, ὡς οὐ μετὰ φαύλων οὐδὲ ἀξίων ὀλιγωρίας ἥκοντας παραιτητῶν. Ἁλαῖοι μὲν ἐκ τούτου λέγουσι θαρρήσαντες αὖθις εἰς τὴν πόλιν συνελθεῖν.
27.1
Σύλλας δὲ διὰ Θετταλίας καὶ Μακεδονίας καταβὰς ἐπὶ θάλατταν παρεσκευάζετο χιλίαις ναυσὶ καὶ διακοσίαις ἀπὸ Δυρραχίου διαβάλλειν εἰς Βρεντέσιον. ἡ δὲ Ἀπολλωνία πλησίον ἐστί, καὶ πρὸς αὕτη τὸ Νύμφαιον, ἱερὸς τόπος ἐκ χλοερᾶς νάπης καὶ λειμώνων ἀναδιδοὺς πυρὸς πηγὰς σποράδας ἐνδελεχῶς ῥέοντος.
27.2
ἐνταῦθά φασι κοιμώμενον ἁλῶναι σάτυρον, οἷον οἱ πλάσται καὶ γραφεῖς εἰκάζουσιν, ἀχθέντα δὲ ὡς Σύλλαν ἐρωτᾶσθαι διʼ ἑρμηνέων πολλῶν ὅστις εἴη· φθεγξαμένου δὲ μόλις οὐδὲν συνετῶς, ἀλλὰ τραχεῖάν τινα καὶ μάλιστα μεμιγμένην ἵππου τε χρεμετισμῷ καὶ τράγου μηκασμῷ φωνὴν ἀφέντος, ἐκπλαγέντα τὸν Σύλλαν ἀποδιοπομπήσασθαι.