Thesauros Edebiyat biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
18.6 τούτους μὲν οὖν διὰ βάθος καί πυκνότητα βραδέως ἐξωθουμένους ὑπὸ τῶν ὁπλιτῶν καί παρὰ φύσιν μένειν τολμῶντας αἵ τε βελοσφενδόναι καί οἱ γρόσφοι, χρωμένων ἀφειδῶς τῶν κατόπιν Ῥωμαίων, ἀπέστρεφον καὶ συνετάραττον.
19.1 Ἀρχελάου δὲ τὸ δεξιὸν κέρας εἰς κύκλωσιν ἀνάγοντος, Ὁρτήσιος ἐφῆκε τὰς σπείρας δρόμῳ προσφερομένας ὡς ἐμβαλῶν πλαγίοις. ἐπιστρέψαντος δὲ ταχέως ἐκείνου τοὺς περὶ αὑτὸν ἱππεῖς δισχιλίους, ἐκθλιβόμενος ὑπὸ πλήθους προσεστέλλετο τοῖς ὀρεινοῖς, κατὰ μικρὸν ἀπορρηγνύμενος τῆς φάλαγγος καὶ περιλαμβανόμενος ὑπὸ τῶν πολεμίων.
19.2 πυθόμενος δὲ ὁ Σύλλας ἀπὸ τοῦ δεξιοῦ μήπω συμπεπτωκότος εἰς μάχην ἐδίωκε βοηθῶν. Ἀρχέλαος δὲ τῷ κονιορτῷ τῆς ἐλάσεως ὅπερ ἦν τεκμηράμενος, Ὁρτήσιον μὲν εἴα χαίρειν, αὐτὸς δὲ ἐπιστρέψας ὥρμησεν ὅθεν ὁ Σύλλας πρός τὸ δεξιόν, ὡς ἔρημον ἄρχοντος αἱρήσων, ἅμα δὲ καὶ Μουρήνᾳ Ταξίλης ἐπῆγε τοὺς χαλκάσπιδας, ὥστε τῆς κραυγῆς διχόθεν φερομένης καὶ τῶν ὀρῶν ἀνταποδιδόντων τὴν περιήχησιν, ἐπιστήσαντα τὸν Σύλλαν διαπορεῖν ὁποτέρωσε χρὴ προσγενέσθαι.
19.3 δόξαν δὲ τὴν ἑαυτοῦ τάξιν ἀναλαμβάνειν, Μουρήνᾳ μὲν ἀρωγὸν ἔπεμψεν Ὁρτήσιον ἔχοντα τέσσαρας σπείρας, αὐτὸς δὲ τὴν πέμπτην ἕπεσθαι κελεύσας ἐπὶ τὸ δεξιὸν ἠπείγετο καὶ καθʼ ἑαυτὸ μὲν ἀξιομάχως ἤδη τῷ Ἀρχελάῳ συνεστηκός, ἐκείνου δὲ ἐπιφανέντος παντάπασιν ἐξεβιάσαντο, καὶ κρατήσαντες ἐδίωκον πρός τε τὸν ποταμὸν καὶ τὸ Ἀκόντιον ὄρος προτροπάδην φεύγοντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi