Thesauros Edebiyat biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
9.1 φθάσαντος δὲ τοῦ Σύλλα διαφυγεῖν εἰς τὸ στρατόπεδον, καὶ τῶν στρατιωτῶν, ὡς ἐπύθοντο ταῦτα, καταλευσάντων τοὺς χιλιάρχους, οἱ περὶ τὸν Μάριον αὖθις ἐν τῇ πόλει τοὺς Σύλλα φίλους ἀνῄρουν καὶ χρήματα διήρπαζον αὐτῶν, ἦσαν δὲ μεταστάσεις καὶ φυγαί, τῶν μὲν εἰς πόλιν ἀπὸ στρατοπέδου, τῶν δʼ ἐκεῖσε διαφοιτώντων ἐκ τῆς πόλεως.
9.2 ἡ δὲ σύγκλητος ἦν μὲν οὐχ αὑτῆς, ἀλλὰ τοῖς Μαρίου καὶ Σουλπικίου διῳκεῖτο προστάγμασι, πυθομένη δὲ τὸν Σύλλαν ἐπὶ τὴν πόλιν ἐλαύνειν ἔπεμψε δύο τῶν στρατηγῶν, Βροῦτον καὶ Σερουΐλιον, ἀπαγορεύσοντας αὐτῷ βαδίζειν. τούτους θρασύτερον Σύλλᾳ διαλεχθέντας ὥρμησαν μὲν ἀνελεῖν οἱ στρατιῶται, τὰς δὲ ῥάβδους κατέκλασαν καὶ τὰς περιπορφύρους ἀφείλοντο καὶ πολλὰ περιυβρισμένους ἀπέπεμψαν, αὐτόθεν τε δεινὴν κατήφειαν, ὁρωμένους τῶν στρατηγικῶν παρασήμων ἐρήμους, καὶ τὴν στάσιν οὐκέτι καθεκτήν, ἀλλʼ ἀνήκεστον ἀπαγγέλλοντας.
9.3 οἱ μὲν οὖν περὶ τὸν Μάριον ἐν παρασκευαῖς ἦσαν· ὁ δὲ Σύλλας ἄγων ἓξ τάγματα τέλεια μετὰ τοῦ συνάρχοντος ἀπὸ Νώλης ἐκίνει, τὸν μὲν στρατὸν ὁρῶν πρόθυμον ὄντα χωρεῖν εὐθὺς ἐπὶ τὴν πόλιν, ἐνδοιάζων δὲ τῇ γνώμῃ παρʼ ἑαυτῷ καὶ δεδοικὼς τὸν κίνδυνον. ὁ δὲ μάντις Ποστούμιος θύσαντος αὐτοῦ καταμαθὼν τὰ σημεῖα, καὶ τὰς χεῖρας ἀμφοτέρας τῷ Σύλλᾳ προτείνας, ἠξίου δεθῆναι καὶ φυλάττεσθαι μέχρι τῆς μάχης, ὡς, εἰ μὴ πάντα ταχὺ καὶ καλῶς αὐτῷ συντελεσθείη, τὴν ἐσχάτην δίκην ὑποσχεῖν βουλόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi