Thesauros Edebiyat biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
25.4 τὴν δὲ ὅλην ἐπιβουλὴν καὶ σκευωρίαν τοῦ πλάσματος οὐ φαύλην οὖσαν οὐδὲ ἀφʼ ὧν ἔτυχεν ἀρξαμένην, ἀλλὰ πολλὰς καὶ μεγάλας ὑποθέσεις, ὥσπερ ἐν διαγράμματι μαθηματικῷ, προσλαβοῦσαν καὶ διὰ λημμάτων χαλεπῶν καὶ δυσπορίστων ἐπὶ τὸ συμπέρασμα προϊοῦσαν, ἡμεῖς ἀναγράψομεν ἀνδρὸς ἱστορικοῦ καὶ φιλοσόφου λόγῳ κατακολουθήσαντες.
26.1 ἦν γύναιον ἐν Πόντῳ κύειν ἐξ Ἀπόλλωνος φάμενον, ᾧ πολλοὶ μέν, ὡς εἰκὸς ἦν, ἠπίστουν, πολλοὶ δὲ καὶ προσεῖχον, ὥστε καὶ τεκούσης παιδάριον ἄρρεν ὑπὸ πολλῶν καὶ γνωρίμων σπουδάζεσθαι τὴν ἐκτροφὴν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν. ὄνομα δὲ τῷ παιδὶ Σειληνὸς ἐκ δή τινος αἰτίας ἐτέθη. ταύτην λαβὼν ὁ Λύσανδρος ἀρχήν, τὰ λοιπὰ παρʼ ἑαυτοῦ προσετεκταίνετο καὶ συνύφαινεν, οὐκ ὀλίγοις χρώμενος οὐδὲ φαύλοις τοῦ μύθου συναγωνισταῖς,
26.2 οἳ τήν τε φήμην τῆς γενέσεως τοῦ παιδὸς εἰς πίστιν ἀνυπόπτως προῆγον, ἄλλον τε λόγον ἐκ Δελφῶν ἀντικομίσαντες εἰς τὴν Σπάρτην κατέβαλον καὶ διέσπειραν, ὡς ἐν γράμμασιν ἀπορρήτοις ὑπὸ τῶν ἱερέων φυλάττοιντο παμπάλαιοι δή τινες χρησμοί, καὶ λαβεῖν οὐκ ἔξεστι τούτους οὐδʼ ἐντυχεῖν θεμιτόν, εἰ μή τις ἄρα γεγονὼς ἐξ Ἀπόλλωνος ἀφίκοιτο τῷ πολλῷ χρόνῳ καὶ σύνθημα τοῖς φυλάττουσι τῆς γενέσεως γνώριμον παρασχὼν κομίσαιτο τὰς δέλτους ἐν αἷς ἦσαν οἱ χρησμοί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi