Thesauros Edebiyat biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
23.3 Ἀγησίλαος μὲν οὖν ἐπηγάγετο Λύσανδρον ἐν τοῖς τριάκοντα συμβούλοις ὡς μάλιστα καὶ πρώτῳ τῶν φίλων χρησόμενος· ἐπεὶ δὲ εἰς τὴν Ἀσίαν παραγενομένων πρὸς ἐκεῖνον μὲν οὐκ ἔχοντες οἱ ἄνθρωποι συνήθως βραχέα καὶ σπανίως διελέγοντο, τὸν δὲ Λύσανδρον ἐκ πολλῆς τῆς πρόσθεν ὁμιλίας οἵ τε φίλοι θεραπεύοντες οἵ τε ὕποπτοι δεδοικότες ἐφοίτων ἐπὶ θύρας καὶ παρηκολούθουν,
23.4 οἷον ἐν τραγῳδίαις ἐπιεικῶς συμβαίνει περὶ τοὺς ὑποκριτάς, τὸν μὲν ἀγγέλου τινὸς ἢ θεράποντος ἐπικείμενονἐπικείμενον Bekker adopts Coraës’ correction to περικείμενον. πρόσωπον εὐδοκιμεῖν καὶ πρωταγωνιστεῖν, τὸν δὲ διάδημα καὶ σκῆπτρον φοροῦντα μηδὲ ἀκούεσθαι φθεγγόμενον, οὕτω περὶ τὸν σύμβουλον ἦν τὸ πᾶν ἀξίωμα τῆς ἀρχῆς, τῷ δὲ βασιλεῖ τοὔνομα τῆς δυνάμεως ἔρημον ἀπελείπετο.
23.5 γενέσθαι μὲν οὖν ἴσως ἔδει τινὰ τῆς ἐκμελοῦς ταύτης φιλοτιμίας ἐπαφὴν καὶ συσταλῆναι τὸν Λύσανδρον ἄχρι τῶν δευτερείων· τὸ δὲ παντελῶς ἀπορρῖψαι καὶ προπηλακίσαι διὰ δόξαν εὐεργέτην ἄνδρα καὶ φίλον οὐκ ἦν ἄξιον Ἀγησιλάῳ προσεῖναι.πρῶτον μὲν οὖν οὐ παρεῖχεν αὐτῷ πράξεων ἀφορμάς, οὐδὲ ἔταττεν ἐφʼ ἡγεμονίας· ἔπειτα ὑπὲρ ὧν αἴσθοιτό τι πράττοντα καὶ σπουδάζοντα τὸν Λύσανδρον, ἀεὶ τούτους πάντων ἀπράκτους καὶ τῶν ἐπιτυχόντων ἔλαττον ἔχοντας ἀπέπεμπε, παραλύων ἡσυχῆ καὶ διαψύχων τὴν ἐκείνου δύναμιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi