Thesauros Edebiyat biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
20.3 ἀφικόμενος οὖν ὁ Λύσανδρος εἰς Λακεδαίμονα καὶ πορευθείς, ὥσπερ ἔθος ἐστίν, εἰς τὸ ἀρχεῖον, ἀπέδωκε τοῖς ἐφόροις τὰ γράμματα τοῦ Φαρναβάζου, πεπεισμένος ἀνῃρῆσθαι τὸ μέγιστον αὐτοῦ τῶν ἐγκλημάτων· ἠγαπᾶτο γὰρ ὁ Φαρνάβαζος ὑπὸ τῶν Λακεδαιμονίων, προθυμότατος ἐν τῷ πολέμῳ τῶν βασιλέως στρατηγῶν γεγενημένος.
20.4 ἐπεὶ δὲ ἀναγνόντες οἱ ἔφοροι τὴν ἐπιστολὴν ἔδειξαν αὐτῷ, καὶ συνῆκεν ὡς οὐκ ἆρʼ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος, Unknown τότε μὲν ἰσχυρῶς τεθορυβημένος ἀπῆλθεν· ἡμέραις δὲ ὀλίγαις ὕστερον ἐντυχὼν τοῖς ἄρχουσιν ἔφη δεῖν αὐτὸν εἰς Ἄμμωνος ἀναβῆναι καὶ τῷ θεῷ θῦσαι θυσίας ἃς εὔξατο πρὸ τῶν ἀγώνων.
20.5 ἔνιοι μὲν οὖν ἀληθῶς φασιν αὐτῷ πολιορκοῦντι τὴν τῶν Ἀφυταίων πόλιν ἐν Θρᾴκῃ κατὰ τοὺς ὕπνους παραστῆναι τὸν Ἄμμωνα· διὸ καὶ τὴν πολιορκίαν ἀφείς, ὡς τοῦ θεοῦ προστάξαντος, ἐκέλευσε τοὺς Ἀφυταίους Ἄμμωνι θύειν καὶ τὸν θεὸν ἐσπούδασεν εἰς τὴν Λιβύην πορευθεὶς ἐξιλάσασθαι.
20.6 τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι καὶ περιφοιτήσεως τινός, ὥσπερ ἵππος ἐκ νομῆς ἀφέτου καὶ λειμῶνος αὖθις ἥκων ἐπὶ φάτνην καὶ πρὸς τὸ σύνηθες ἔργον αὖθις ἀγόμενος. ἣν μὲν γὰρ Ἔφορος τῆς ἀποδημίας ταύτης αἰτίαν ἀναγράφει, μετὰ μικρὸν ἀφηγήσομαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi