Thesauros Edebiyat biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
19.3 ἦν δὲ καὶ τῶν ἄλλων ἐν ταῖς πόλεσι δημοτικῶν φόνος οὐκ ἀριθμητός, ἅτε δὴ μὴ κατʼ ἰδίας μόνον αἰτίας αὐτοῦ κτείνοντος, ἀλλὰ πολλαῖς μὲν ἔχθραις, πολλαῖς δὲ πλεονεξίαις τῶν ἑκασταχόθι φίλων χαριζομένου τὰ τοιαῦτα καὶ συνεργοῦντος. ὅθεν εὐδοκίμησεν Ἐτεοκλῆς ὁ Λακεδαιμόνιος εἰπὼν ὡς οὐκ ἂν ἡ Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε. τὸ δὲ αὐτὸ τοῦτο καὶ περὶ Ἀλκιβιάδου φησὶ Θεόφραστος εἰπεῖν Ἀρχέστρατον.
19.4 ἀλλʼ ἐκεῖ μὲν ὕβρις ἦν καὶ τρυφὴ σὺν αὐθαδείᾳ τὸ μάλιστα δυσχεραινόμενον· τὴν δὲ Λυσάνδρου δύναμιν ἡ τοῦ τρόπου χαλεπότης φοβερὰν ἐποίει καὶ βαρεῖαν.οἱ δὲ Λακεδαιμόνιοι τοῖς μὲν ἄλλοις οὐ πάνυ προσεῖχον ἐγκαλοῦσιν· ἐπεὶ δὲ Φαρνάβαζος ἀδικούμενος ὑπʼ αὐτοῦ τὴν χώραν ἄγοντος καὶ φέροντος ἀπέστειλεν εἰς τὴν Σπάρτην κατηγόρους, ἀγανακτήσαντες οἱ ἔφοροι τῶν μὲν φίλων αὐτοῦ καὶ συστρατήγων ἕνα Θώρακα λαβόντες ἀργύριον ἰδίᾳ κεκτημένον ἀπέκτειναν, ἐκείνῳ δὲ σκυτάλην ἔπεμψαν ἥκειν κελεύοντες.
19.5 ἔστι δὲ ἡ σκυτάλη τοιοῦτον. ἐπὰν ἐκπέμπωσι ναύαρχον ἢ στρατηγὸν οἱ ἔφοροι, ξύλα δύο στρογγύλα μῆκος καὶ πάχος ἀκριβῶς ἀπισώσαντες, ὥστε ταῖς τομαῖς ἐφαρμόζειν πρὸς ἄλληλα, τὸ μὲν αὐτοὶ φυλάττουσι, θάτερον δὲ τῷ πεμπομένῳ διδόασι. ταῦτα δὲ τὰ ξύλα σκυτάλας καλοῦσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi