15.5
εὐθὺς δὲ καὶ τὰ περὶ τὴν πολιτείαν ἐκίνησε, τριάκοντα μὲν ἐν ἄστει, δέκα δὲ ἐν Πειραιεῖ καταστήσας ἄρχοντας, ἐμβαλὼν δὲ φρουρὰν εἰς τὴν ἀκρόπολιν, καὶ Καλλίβιον ἁρμοστήν, ἄνδρα Σπαρτιάτην, ἐπιστήσας. ἐπεὶ δὲ οὗτος Αὐτόλυκον τὸν ἀθλητήν, ἐφʼ ᾧ τὸ συμπόσιον ὁ Ξενοφῶν πεποίηκε, τὴν βακτηρίαν διαράμενος παίσειν ἔμελλεν, ὁ δὲ τῶν σκελῶν συναράμενος ἀνέτρεψεν αὐτόν, οὐ συνηγανάκτησεν ὁ Λύσανδρος, ἀλλὰ καὶ συνεπετίμησε,συνεπετίμησε Bekker adopts Reiske’s correction to ἐπετίμησε. φήσας αὐτὸν οὐκ ἐπίστασθαι ἐλευθέρων ἄρχειν. ἀλλὰ τὸν μὲν Αὐτόλυκον οἱ τριάκοντα τῷ Καλλιβίῳ χαριζόμενοι μικρὸν ὕστερον ἀνεῖλον.
16.1
ὁ δὲ Λύσανδρος ἀπὸ τούτων γενόμενος, αὐτὸς μὲν ἐπὶ Θρᾴκης ἐξέπλευσε, τῶν δὲ χρημάτων τὰ περιόντα καὶ ὅσας δωρεὰς αὐτὸς ἢ στεφάνους ἐδέξατο, πολλῶν, ὡς εἰκός, διδόντων ἀνδρὶ δυνατωτάτῳ καὶ τρόπον τινὰ κυρίῳ τῆς Ἑλλάδος, ἀπέστειλεν εἰς Λακεδαίμονα διὰ Γυλίππου τοῦ στρατηγήσαντος περὶ Σικελίαν. ὁ δέ, ὡς λέγεται, τὰς ῥαφὰς τῶν ἀγγείων κάτωθεν ἀναλύσας καὶ ἀφελὼν συχνὸν ἀργύριον ἐξ ἑκάστου πάλιν συνέρραψεν, ἀγνοήσας ὅτι γραμματίδιον ἐνῆν ἑκάστῳ τὸν ἀριθμὸν σημαῖνον.