8.4
οὐ μὴν ἀλλὰ τοῦ Μαρίου σπουδάζοντος ἀφεθῆναι, πολλὰς ἀναβολὰς ποιησάμενος, ἔτι δώδεκα λειπομένων ἡμερῶν ἐπὶ τὴν τῶν ὑπάτων ἀνάδειξιν, ἀφῆκεν αὐτόν, ὁ δὲ πολλὴν ἀπὸ στρατοπέδου τὴν ἐπὶ θάλασσαν εἰς Ἰτύκην ὁδὸν ἡμέραις δυσὶ καὶ μιᾷ νυκτὶ συνελών ἔθυε πρὸ τοῦ πλοῦ. καὶ λέγεται τὸν μάντιν εἰπεῖν ὡς ἀπίστους τινὰς τὸ μέγεθος καὶ κρείττονας ἐλπίδος ἁπάσης εὐπραξίας προφαίνοι τῷ Μαρίῳ τὸ δαιμόνιον.
8.5
ὁ δὲ τούτοις ἐπαρθεὶς ἀνήχθη. καὶ τὸ πέλαγος τεταρταῖος οὐρίῳ πνεύματι περάσας αὐτίκα τε τῷ δήμῳ ποθεινὸς ὤφθη, καὶ προαχθεὶς ὑπό τινος τῶν δημάρχων εἰς τὸ πλῆθος ἐπὶ πολλαῖς κατὰ τοῦ Μετέλλου διαβολαῖς ᾐτεῖτο τὴν ἀρχήν, ὑπισχνούμενος ἢ κτενεῖν ἢ ζῶντα λήψεσθαι τὸν Ἰουγούρθαν.
9.1
ἀναγορευθεὶς δὲ λαμπρῶς εὐθὺς ἐστρατολόγει, παρὰ τὸν νόμον καὶ τὴν συνήθειαν πολὺν τὸν ἄπορον καὶ φαῦλον φαῦλον van Herwerden: δοῦλον. καταγράφων, τῶν πρόσθεν ἡγεμόνων οὐ προσδεχομένων τοὺς τοιούτους, ἀλλʼ, ὥσπερ ἄλλο τι τῶν καλῶν, τὰ ὅπλα μετὰ τιμῆς τοῖς ἀξίοις νεμόντων, ἐνέχυρον τὴν οὐσίαν ἑκάστου τιθέναι δοκοῦντος.
9.2
οὐ μὴν ταῦτά γε μάλιστα διέβαλλε τὸν Μάριον, ἀλλʼ οἱ λόγοι θρασεῖς ὄντες ὑπεροψίᾳ καὶ ὕβρει τοὺς πρώτους ἐλύπουν, σκῦλόν τε βοῶντος αὐτοῦ τὴν ὑπατείαν φέρεσθαι τῆς τῶν εὐγενῶν καὶ πλουσίων μαλακίας, καὶ τραύμασιν οἰκείοις πρὸς τὸν δῆμον, οὐ μνήμασι νεκρῶν οὐδὲ ἀλλοτρίαις εἰκόσι νεανιεύεσθαι.