8.1
ἐφʼ οἷς δῆλος ἦν ὁ Μέτελλος ἀχθόμενος. μάλιστα δ’ αὐτὸν ἠνίασε τὸ περὶ Τουρπίλλιον. οὗτος γὰρ ὁ ἀνὴρ ἦν μὲν ἐκ πατέρων ξένος τῷ Μετέλλῳ καὶ τότε τὴν ἐπὶ τῶν τεκτόνων ἔχων ἀρχὴν συνεστράτευε· φρουρῶν δὲ Βάγαν, πόλιν μεγάλην, καὶ τῷ μηδὲν ἀδικεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ πράως καὶ φιλανθρώπως αὐτοῖς προσφέρεσθαι πιστεύων, ἔλαθεν ὑποχείριος τοῖς πολεμίοις γενόμενος., παρεδέξαντο γάρ τὸν Ἰουγούρθαν, τὸν δὲ Τουρπίλλιον οὐδὲν ἠδίκησαν, ἀλλὰ σῷον ἐξαιτησάμενοι διῆκαν. ἔσχεν οὖν αἰτίαν προδοσίας·
8.2
καὶ παρὼν ὁ Μάριος τῇ κρίσει σύμβουλος αὐτὸς τέ οἱ πικρὸς ἦν καὶ τῶν ἄλλων παρώξυνε τοὺς πλείστους, ὥστε ἄκοντα τὸν Μέτελλον ἐκβιασθῆναι καὶ καταψηφίσασθαι θάνατον τοῦ ἀνθρώπου. μετʼ ὀλίγον δὲ τῆς αἰτίας ψευδοῦς φανείσης, οἱ μὲν ἄλλοι συνήχθοντο τῷ Μετέλλῳ βαρέως φέροντι, Μάριος δὲ χαίρων καὶ ποιούμενος ἴδιον τὸ ἔργον οὐκ ᾐσχύνετο λέγειν περιιών ὡς αὑτὸς εἴη προστετριμμένος ἀλάστορα τῷ Μετέλλῳ ξενοκτόνον.
8.3
ἐκ τούτου φανερῶς ἀπηχθάνοντο· καὶ λέγεταὶ ποτε τοῦ Μαρίου παρόντος οἷον ἐφυβρίζων ὁ Μέτελλος εἰπεῖν, σὺ δὴ καταλιπὼν ἡμᾶς, ὦ γενναῖε, πλεῖν ἐπʼ οἴκου διανοῇ καὶ παραγγέλλειν ὑπατείαν; οὐ γάρ ἀγαπήσεις, ἂν τᾠμῷ παιδὶ τούτῳ συνυπατεύσῃς; ἦν δ’ ὁ παῖς τότε τοῦ Μετέλλου παντάπασι μειράκιον.