Thesauros Edebiyat biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
45.7 οὕτως δεινὸς αὐτῷ καὶ Βνσπαραμνθητος ἐκ φιλαρχίας καὶ ζηλοτυπίας ἔρως ἐντετήκει τῶν πράξεων ἐκείνων. διὸ ἔτη μὲν ἑβδομήκοντα βεβιωκώς, ὕπατος δὲ πρῶτος ἀνθρώπων ἑπτάκις ἀνηγορευμένος, οἶκόν τε καὶ πλοῦτον ἀρκοῦντα βασιλείαις ὁμοῦ πολλαῖς κεκτημένος, ὠδύρετο τὴν ἑαυτοῦ τύχην ὡς ἐνδεὴς καὶ ἀτελὴς ὧν ἐπόθει προαποθνῄσκων.
46.1 Πλάτων μὲν οὖν ἤδη πρὸς τῷ τελευτᾶν γενόμενος ὕμνει τὸν αὐτοῦ δαίμονα καὶ τὴν τύχην, ὅτι πρῶτον μὲν ἄνθρωπος, εἶτα Ἕλλην, οὐ βάρβαρος οὐδὲ ἄλογον τῇ φύσει θηρίον γένοιτο, πρὸς δὲ τούτοις, ὅτι τοῖς Σωκράτους χρόνοις ἀπήντησεν ἡ γένεσις αὐτοῦ.
46.2 καὶ νὴ Δία τὸν Ταρσέα λέγουσιν Ἀντίπατρον ὡσαύτως ὑπὸ τὴν τελευτὴν ἀναλογιζόμενον ὧν τύχοι μακαρίων μηδὲ τῆς εἰς Ἀθήνας οἴκοθεν εὐπλοίας ἐπιλαθέσθαι, καθάπερ φιλοχρήστου τῆς τύχης ἅπασαν δόσιν εἰς μεγάλην χάριν τιθέμενον καὶ σῴζοντα τῇ μνήμῃ διὰ τέλους, ἧς οὐδέν ἐστιν ἀνθρώπῳ ταμιεῖον ἀγαθῶν βεβαιότερον.
46.3 τοὺς δὲ ἀμνήμονας ς καὶ ἀνοήτους ὑπεκρεῖ τὰ γιγνόμενα μετὰ τοῦ χρόνου· διὸ μηθὲν στέγοντες μηδὲ διατηροῦντες ἀεὶ κενοὶ μὲν ἀγαθῶν, πλήρεις δὲ ἐλπίδων πρὸς τὸ μέλλον ἀποβλέπουσι, τὸ παρὸν προϊέμενοι. καίτοι τὸ μὲν ἂν ἡ τύχη κωλῦσαι δύναιτο, τὸ δὲ ἀναφαίρετόν ἐστιν·
46.4 ἀλλʼ ὅμως τοῦτο τῆς τύχης ὡς ἀλλότριον ἐκβάλλοντες ἐκεῖνο τὸ ἄδηλον ὀνειρώττουσιν, εἰκότα πάσχοντες, πρὶν γὰρ ἐκ λόγου καὶ παιδείας ἕδραν ὑποβαλέσθαι καὶ κρηπῖδα τοῖς ἔξωθεν ἀγαθοῖς, συνάγοντες αὐτὰ καὶ συμφοροῦντες ἐμπλῆσαι τῆς ψυχῆς οὐ δύνανται τὸ ἀκόρεστον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi