Thesauros Edebiyat biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
39.1 βουλευομένοις δὲ τοῖς ἄρχουσι καὶ συνέδροις τῶν Μιντουρνησίων ἔδοξε μὴ μέλλειν, ἀλλὰ διαχρήσασθαι τὸν ἄνδρα. καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος ἢ Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ.
39.2 τοῦ δὲ οἰκήματος ἐν ᾧ ἔτυχε μέρει κατακείμενος οὐ πάνυ λαμπρὸν φῶς ἔχοντος, ἀλλʼ ὄντος ἐπισκίου, λέγεται τὰ μὲν ὄμματα τοῦ Μαρίου φλόγα πολλὴν ἐκβάλλοντα τῷ στρατιώτῃ φανῆναι, φωνὴν δὲ μεγάλην ἐκ τοῦ παλισκίου γενέσθαι, σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάϊον Μάριον ἀνελεῖν ; ἐξῆλθεν οὖν εὐθὺς ὁ βάρβαρος φυγῇ, καὶ τὸ ξίφος ἐν μέσῳ καταβαλὼν ἐχώρει διὰ θυρῶν, τοῦτο μόνον βοῶν, οὐ δύναμαι Γάϊον Μάριον ἀποκτεῖναι.
39.3 πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων ἄνομον καὶ ἀχάριστον ἐπʼ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, ᾧ μὴ βοηθῆσαι δεινὸν ἦν. ἲτω δʼοὖν ὅπῃ χρῄζει φυγάς ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν. ὑπὸ τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ τὴν θάλασσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi