Thesauros Edebiyat biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
35.4 γενομένων δὲ τούτων ὅ τε Σουλπίκιος ἤδη κρατῶν ἐπεχειροτόνησε τε Μαρίῳ τὴν στρατηγίαν, ὅ τε Μάριος ἐν παρασκευῇ τῆς ἐξόδου καθειστήκει, καὶ δύο χιλιάρχους ἐξέπεμψε παραληψομένους τὸ Σύλλα στράτευμα. Σύλλας δὲ τοὺς στρατιώτας παροξύνας ἦσαν δὲ τρισμυρίων καὶ πεντακισχιλίων οὐ μείους ὁπλῖται προήγαγεν ἐπὶ τὴν Ῥώμην. τοὺς δὲ χιλιάρχους, οὓς ἐπέπεμψε Μάριος, προσπεσόντες οἱ στρατιῶται διέφθειραν.
35.5 πολλοὺς δὲ καὶ Μάριος ἐν Ῥώμῃ τῶν Σύλλα φίλων ἀνῃρήκει, καὶ δούλοις ἐλευθερίαν ἐκήρυττεν ἐπὶ συμμαχίᾳ· λέγονται δὲ τρεῖς μόνοι προσγενέσθαι. μικρὰ δ̓· ἀντιστὰς εἰσελάσαντι τῷ Σύλλᾳ καὶ ταχέως ἐκβιασθεὶς ἔφυγε. τῶν δὲ περὶ αὐτόν, ὡς πρῶτον ἐξέπεσε τῆς πόλεως, διασπαρέντων, σκότους ὄντος εἴς τι τῶν ἐπαυλίων αὑτοῦ Σολώνιον κατέφυγε.
35.6 καὶ τὸν μὲν υἱὸν ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ Γράνιον ἔχων μεθʼ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. ὁ δὲ νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου, λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς πολεμίους ἔλαθεν, ἀλλʼ ἦλθον ἱππεῖς ἐλαύνοντες καθʼ ὑπόνοιαν ἐπὶ τὸν τόπον·
35.7 οὓς ὁ τῶν ἀγρῶν ἐπιμελητὴς προϊδόμενος ἔκρυψε τὸν Μάριον ἐν ἁμάξῃ κυάμους ἀγούσῃ, καὶ βοῦς ὑποζεύξας ἀπήντα τοῖς ἱππεῦσιν εἴς πόλιν ἐλαύνων τὴν ἅμαξαν. οὕτω δὲ πρὸς τὴν οἰκίαν τῆς γυναικὸς ὁ Μάριος διακομισθεὶς καὶ λαβὼν ὅσων ἐδεῖτο νυκτὸς ἐπὶ θάλασσαν ἧκε καὶ νεὼς ἐπιβὰς εἴς Λιβύην πλεούσης ἀπεπέρασεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi