Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
5.7 αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ, καὶ παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσας φθάσας Coraës and Blass, with most MSS.: φθάσαι. ἀνελεῖν.
6.1 μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν. ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δὲ ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανόμενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων πράγμασιν ἐκ τοιᾶσδέ τινος προφάσεως.
6.2 τῶν Κασάνδρου παίδων ὁ πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσαλονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. ὁ δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ Πύρρον ἐκάλει. Δημητρίου δὲ ὑπὸ ἀσχολιῶν βραδύνοντος ἐπελθὼν ὁ Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας, καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφιλοχίαν.
6.3 προεμένου δὲ τοῦ νεανίσκου ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δὲ ὁ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδὲ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον ἔπεμψε πλαστὰ γράμματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος ἀπαλλάττεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντιπάτρου λαβόντα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi