34.3
Ζώπυρος δέ τις τῶν παρὰ Ἀντιγόνῳ στρατευομένων καὶ δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες εἴς τινα θυρῶνα παρείλκυσαν αὐτὸν ἀρχό μενον ἐκ τῆς πληγῆς ἀναφέρεσθαι, σπασαμένου δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν κεφαλὴν ἀποτεμοῦντος ἐνέβλεψε δεινόν, ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον, καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δὲ ἐπιχειροῦντα, θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατʼ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν.
34.4
ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς ἂν κατανοήσων λαβὼν δὲ ἀφίππευσε πρὸς τὸν πατέρα, καὶ καθεζομένῳ μετὰ τῶν φίλων προσέβαλε, θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος τὸν μὲν υἱὸν ἀπήλασε τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, οἰκείων παραδειγμάτων εἴς τύχης μεταβολήν.
34.5
τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν· ἐπεὶ δὲ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχὼν ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος βελτίονα μὲν, εἶπεν, ὦ παῖ, ταῦτα τῶν προτέρων, προτέρων Bekker, adopts the πρότερον of Muretus. ἀλλʼ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς καταισχύνει τοὺς κρατεῖν δοκοῦντας.