Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
32.4 ἤδη δὲ διαλάμποντος ἥ τε Ἀσπὶς ὅπλων περίπλεως πολεμίων ὀφθεῖσα τὸν Πύρρον διετάραξε, καὶ τῆς ἀγορᾶς ἐν πολλοῖς ἀναθήμασι κατιδὼν λύκον χαλκοῦν καὶ ταῦρον οἷον εἰς μάχην ἀλλήλοις συνιόντας ἐξεπλάγη, χρησμόν τινα πρὸς ἑαυτὸν ἀνενεγκὼν παλαιόν, ὡς ἀποθανεῖν αὐτῷ πεπρωμένον ὅταν λύκον ἴδῃ ταύρῳ μαχόμενον.
32.5 ταῦτα δὲ Ἀργεῖοι πάθους ὑπομνήματα παλαιοῦ γενενῆσθαι παρʼ αὐτοῖς λέγουσι. Δαναῷ γάρ, ὅτε πρῶτον ἐπέβη τῆς χώρας κατὰ τὰ Πυράμια τῆς Θυρεάτιδος, εἰς Ἄργος πορευομένῳ λύκον φανῆναι ταύρῳ μαχόμενον· θέμενον δὲ τὸν Δαναὸν ὡς ὁ λύκος εἴη πρὸς αὐτοῦ ξένον γὰρ ὄντα τοῖς ἐγχωρίοις ἐπιτίθεσθαι καθάπερ αὐτόν, ἐφορᾶν τὴν μάχην, καὶ τοῦ λύκου κρατήσαντος Ἀπόλλωνι Λυκείῳ προσευξάμενον ἐπιχειρῆσαι καὶ περιγενέσθαι, στάσει Γελάνορος, ὃς τότε τῶν Ἀργείων ἐβασίλευεν, ἐκπεσόντος. τὸ μὲν οὖν ἀνάθημα τοῦτον εἶχε τὸν λόγον.
33.1 πρὸς δὲ τὴν ὄψιν ὁ Πύρρος ἅμα καὶ τῷ μηδὲν ὧν ἤλπιζε ἤλπιζε Coraës, Bekker, and Blass, with the MSS.: ἤλπισε. προχωρεῖν ἀθυμῶν ἀναστρέφειν διενοεῖτο· τὰς δὲ πύλας στενὰς οὔσας φοβούμενος ἔπεμψε πρὸς τὸν υἱὸν Ἕλενον μετὰ τῆς πολλῆς δυνάμεως ἔξω καταλελειμμένον, κελεύων τοῦ τείχους διασκάπτειν καὶ δέχεσθαι τοὺς ἐκπίπτοντας, ἂν ἐνοχλῶσιν οἱ πολέμιοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi