26.3
ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον καὶ περὶ τὰ Στενὰ προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν, οἱ δὲ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως· καὶ καρτερᾶς μάχης γενομένης τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα.
26.4
προσλαβὼν δὲ ὁ Πυρρος τηλικαῦτα, καὶ τῇ τύχῃ μᾶλλον ἢ τοῖς λογισμοῖς χρώμενος, ἐπῆγε τῇ φάλαγγι τῶν Μακεδόνων ἀναπεπλησμένῃ ταραχῆς καὶ φόβου διὰ τὴν ἧτταν. ὅθεν ἐμβολῆς μὲν ἔσχοντο καὶ μάχης πρὸς αὐτόν, τὴν δὲ δεξιὰν προτείνων καὶ στρατηγοὺς καὶ ταξιάρχους ἀνακαλούμενος, ἅπαντας ὁμαλῶς ἀπέστησε τοὺς πεζοὺς τὸν Ἀντιγόνου.
26.5
κἀκεῖνος μὲν ὑποφεύγων ἅμα τῶν ἱππέων ὀλίγοις τῶν ἱππέων ὀλίγοις supplied by Blass, in conformity with the translation of Amyot: ἅμα τῶν παραλίων. τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος ἐν εὐτυχήμασι τοσούτοις μέγιστον αὐτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἷς τὸ ἱερὸν τῆς Ἰτωνίδος ʼ Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα θαῦμα· αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.