Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
20.4 ἔτι δὲ αὐτοῦ λέγοντος ἀνακραγὼν ὁ Φαβρίκιος, ὦ Ἡράκλεις, εἶπε, Πύρρῳ τὰ δόγματα μέλοι ταῦτα καὶ Σαυνίταις, ἕως πολεμοῦσι πρὸς ἡμᾶς. οὕτω δὴ θαυμάσας τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὸ ἦθος ὁ Πύρρος ἔτι μᾶλλον ὠρέγετο φιλίαν ἀντὶ πολέμου πρὸς τὴν πόλιν αὐτῷ γενέσθαι· κἀκεῖνον ἰδίᾳ παρεκάλει ποιησάμενον τὰς διαλύσεις ἕπεσθαι καὶ συζῆν μετʼ αὐτοῦ, πρῶτον ὄντα πάντων τῶν ἑταίρων καὶ τῶν στρατηγῶν, ὁ δὲ ἡσυχῇ λέγεται πρὸς αὐτὸν εἰπεῖν, ἀλλʼ οὐδὲ σοὶ τοῦτο, βασιλεῦ, λυσιτελές ἐστιν αὐτοὶ γὰρ οἱ νῦν σε τιμῶντες καὶ θαυμάζοντες, ἂν ἐμοῦ πεῖραν λάβωσιν, ὑπʼ ἐμοῦ μᾶλλον ἐθελήσουσιν ἢ σοῦ βασιλεύεσθαι. τοιοῦτος μὲν ὁ Φαβρίκιος.
20.5 ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ τοὺς αἰχμαλώτους ἐκείνῳ μόνῳ διεπίστευσεν, ὅπως, εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος, ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς αὐτόν, καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολειφθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης.
21.1 μετὰ ταῦτα τὸν Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος ἧκεν ἀνήρ εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἐπιστολὴν κομίζων, ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός ἐπαγγελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις αὐτῷ παρʼ ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον ἀκινδύνως, ὁ δὲ Φαβρίκιος δυσχεράνας πρὸς τὴν ἀδικίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος φνλάττεσθαι τὴν ἐπιβουλὴν κελεύων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi