Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
13.1 τότε δ’ οὖν εἷς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν ἡ μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ ζῆν ἐν εἰρήνῃ βασιλεύοντα τῶν οἰκείων· ὁ δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδὲ ἔχειν ὑφʼ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων, ὥσπερ ὁ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε. δεόμενος δ’ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπόθεσιν.
13.2 Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν· οἱ δὲ μήτε φέρειν τὸν πόλεμον δυνάμενοι μήτε θέσθαι θρασύτητι καὶ μοχθηρίᾳ δημαγωγῶν, ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ καλεῖν ἐπὶ τὸν πόλεμον ὡς σχολὴν ἄγοντα πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα δεινότατον. τῶν δὲ πρεσβυτέρων καὶ νοῦν ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦτα ὁρῶντες ἀπέλειπον τὰς ἐκκλησίας.
13.3 εἷς δέ τις ἀνήρ ἐπιεικὴς, Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον, ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ πρὸς τὴν ἐκκλησίαν ἐκώμαζεν. οἷα δὲ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δὲ ἐγέλων, ἐκώλυε δὲ οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾅδειν ἐκέλευον εἷς μέσον εἰς μέσον with Blass and most MSS: μέσον. προελθόντα· προελθόντα Blass, after Reiske: προσελθόντα. καὶ τοῦτο ποιήσων ἐπίδοξος ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi