Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
12.5 ἐκ τούτου καὶ πρὸς Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετʼ ὀλίγον χρόνον, εἰς Ἀσίαν ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θετταλίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει, βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ ἐν πρὸς ἡσυχίαν πεφυκώς. τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ Λυσίμαχος ἐπʼ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν Πύρρον ὥρμησε.
12.6 καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις ἀπωθοῦσι Μακεδονίας.
12.7 ἀναπειθομένων δὲ πολλῶν δείσας ὁ Πύρρος ἀπηλλάγη μετὰ τῆς Ἠπειρωτικῆς καὶ συμμαχικῆς δυνάμεως, ἀποβαλὼν Μακεδονίαν ᾧ τρόπῳ παρέλαβεν. ὅθεν οὐδʼ αἰτιᾶσθαι τοὺς πολλοὺς ἔχουσιν οἱ βασιλεῖς μετατιθεμένους πρὸς τὸ συμφέρον ἐκείνους γάρ αὐτοὺς ταῦτα μιμοῦνται ποιοῦντες, ἀπιστίας καὶ προδοσίας διδασκάλους ὄντας, καὶ πλεῖστα νομίζοντας ὠφελεῖσθαι τὸν ἐλάχιστα τῷ δικαίῳ χρώμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi