Thesauros Edebiyat biography Τίτος

Τίτος

Τίτος Plutarch
7.3 ἐπεὶ δὲ βαδίζοντες ἐπʼ ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσαν ἐνταῦθα διακινδυνεύειν ἔμελλον, οὐχ, ὅπερ εἰκὸς ἦν, πρὸς δέους ἔλαβον οἱ στρατοὶ τὴν ἀλλήλων γειτνίασιν, ἀλλὰ καὶ μᾶλλον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα διʼ Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρʼ αὐτοῖς, Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν ἤλπιζον, εἰ περιγένοιντο, λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον.
7.4 ὁ μὲν οὖν Τίτος παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ προθύμους, ὡς ἐν τῷ καλλίστῳ θεάτρῳ τῇ Ἑλλάδι μέλλοντας ἀγωνίζεσθαι πρὸς τοὺς ἀρίστους τῶν ἀνταγωνιστῶν ὁ δὲ Φίλιππος, εἴτε ἀπὸ τύχης εἴτε ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας, ἦν γάρ τι πολυάνδριον ὑψηλὸν ἔξω τοῦ χάρακος, ἐπὶ τοῦτο προβάς ἤρξατο μὲν, οἷα πρὸ μάχης φιλεῖ, διαλέγεσθαι καὶ παρορμᾶν, ἀθυμίας δὲ δεινῆς πρὸς τὸν οἰωνὸν ἐμπεσούσης διαταραχθεὶς ἐπέσχε τὴν ἡμέραν ἐκείνην.
8.1 τῇ δʼ ὑστεραίᾳ περὶ τὸν ὄρθρον, ἐκ μαλακῆς καὶ νοτίου νυκτὸς, εἰς ὁμίχλην τῶν νεφῶν τρεπομένων, ἀνεπίμπλατο ζόφου βαθέος πᾶν τὸ πεδίον, καὶ κατῄει παχὺς ἐκ τῶν ἄκρωνἀὴρ εἰς τὸ μεταξὺ τῶν στρατοπέδων, εὐθὺς ἀρχομένης ἡμέρας ἀποκρύπτων τοὺς τόπους, οἱ δὲ ὑπʼ ἀμφοτέρων ἀποσταλέντες ἐφεδρείας ἕνεκα καὶ κατασκοπῆς ἐν πάνυ βραχεῖ περιπεσόντες ἀλλήλοις ἐμάχοντο περὶ τὰς καλουμένας Κυνὸς κεφαλάς, αἳ λόφων οὖσαι πυκνῶν καὶ παραλλήλων ἄκραι λεπταὶ διʼ ὁμοιότητα τὸν σχήματος οὕτως ὠνομάσθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi