Thesauros Edebiyat biography Τίτος

Τίτος

Τίτος Plutarch
6.2 ὁ δʼ ἐντυχὼν αὐτοῖς φιλανθρώπως καὶ δεξιωσάμενος προῆγεν ἡσυχῇ καθʼ ὁδόν, τὰ μὲν ἐρωτῶν καὶ πυνθανόμενος, τὰ δὲ διηγούμενος, καὶ παράγων ἐπίτηδες ἄχρι τοὺς στρατιώτας ἀναλαβεῖν ἐκ τῆς πορείας.
6.3 οὕτω δὲ προάγων συνεισῆλθε τοῖς Θηβαίοις εἰς τὴν πόλιν, οὐ πάνυ μὲν ἡδομένοις, ὀκνοῦσι δὲ κωλύειν, ἐπεὶ στρατιῶται γε μέτριοι τὸ πλῆθος εἵποντο. καὶ μέντοι παρελθὼν ὁ Τίτος, ὡς οὐκ ἔχων τὴν πόλιν, ἔπειθεν ἑλέσθαι τὰ Ῥωμαίων, Ἀττάλου τοῦ βασιλέως συναγορεύοντος αὐτῷ καὶ συνεξορμῶντος τοὺς Θηβαίους, ἀλλʼ Ἄτταλος μὲν, ὡς ἔοικε, τοῦ γήρως προθυμότερον ἑαυτὸν τῷ Τίτῳ ῥήτορα παρασχεῖν φιλοτιμούμενος, ἐν αὐτῷ τῷ λέγειν προσπεσόντος ἰλίγγου τινὸς ἢ ῥεύματος ἄφνω τὴν αἴσθησιν ἐπιληφθεὶς ἔπεσε, καὶ μετʼ οὐ πολὺ ταῖς ναυσὶν εἰς Ἀσίαν ἀποκομισθεὶς ἐτελεύτησεν· οἱ δὲ Βοιωτοὶ προσεχώρησαν τοῖς Ῥωμαίοις.
7.1 Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην ἀπέστειλε καὶ ὁ Τίτος παρʼ αὑτοῦ τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται ἡ σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, διʼ ἐκείνου τὴν εἰρήνην γενέσθαι, φιλότιμος γὰρ ὧν ἰσχυρῶς ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πόλεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι.
7.2 διαπραξαμένων δὲ τῶν φίλων αὐτῷ μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρθείς εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φιλίππου πόλεμον ὥρμησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον. ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ πλήθει παραπλήσιον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi