21.4
καί τὸν Ἀννίβαν, οὐκ ἂν, ὦ Σκηπίων, φάναι, τρίτον ἐμαυτόν, ἀλλὰ πρῶτον ἐποιούμην τῶν στρατηγῶν. ταῦτα δὴ τοῦ Σκηπίωνος οἱ πολλοὶ θαυμάζοντες ἐκάκιζον τὸν Τίτον ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα τὰς χεῖρας. ἔνιοι δὲ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦντες καί τὸν Ἀννίβαν, ἕως ἔζη, πῦρ ἡγούμενοι δεόμενον τοῦ ῥιπίζοντος·
21.5
μηδὲ γὰρ ἀκμάζοντος αὐτοῦ τὸ σῶμα Ῥωμαίοις καί τὴν χεῖρα φοβεράν, ἀλλὰ τὴν δεινότητα καί τὴν ἐμπειρίαν γεγονέναι μετὰ τῆς ἐμφύτου πικρίας καί δυσμενείας, ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας,ʼ ἀλλʼ ὑπομένειν τὴν φύσιν ἐν τῷ ἤθει, τὴν δὲ τύχην οὐ διαμένειν ὁμοίαν, ἀλλὰ μεταπίπτουσαν ἐκκαλεῖσθαι ταῖς ἐλπίσι πρὸς τὰς ἐπιθέσεις τοὺς ἀεὶ τῷ μισεῖν πολεμοῦντας.
21.6
καί τὰ ὕστερά πως ἔτι μᾶλλον ἐμαρτύρησε τῷ Τίτῳ, τοῦτο μὲν Ἀριστόνικος ὁ τοῦ κιθαρῳδοῦ διὰ τὴν Εὐμενοῦς δόξαν ἐμπλήσας ἅπασαν ἀποστάσεων καί πολέμων τὴν Ἀσίαν, τοῦτο δὲ Μιθριδάτης μετὰ Σύλλαν καί Φιμβρίαν καί τοσοῦτον ὄλεθρον στρατευμάτων καὶ στρατηγῶν αὖθις ἐπὶ Λεύκολλον ἐκ γῆς ὁμοῦ καί θαλάττης ἀναστὰς τηλικοῦτος.
21.7
οὐ μὴν οὐδὲ Γαΐου Μαρίου ταπεινότερος Ἀννίβας ἔκειτο, τῷ μὲν γὰρ βασιλεὺς φίλος ὑπῆρχε καί βίος ἦν συνήθης καί διατριβαὶ περὶ ναῦς καί ἵππους καί στρατιωτῶν ἐπιμέλειαν τὰς δὲ Μαρίου τύχας Ῥωμαῖοι γελῶντες ἀλωμένου καί πτωχεύοντος ἐν Λιβύῃ μετὰ μικρὸν ἐν Ῥώμῃ σφαττόμενοι καὶ μαστιγούμενοι προσεκύνουν. οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μέγα τῶν παρόντων πρὸς τὸ μέλλον ἐστίν, ἀλλὰ μία τοῦ μεταβάλλειν τελευτὴ καί τοῦ εἶναι.