Thesauros Edebiyat biography Τίτος

Τίτος

Τίτος Plutarch
20.6 Λίβιος δέ φησι φάρμακον ἔχοντα κεράσαι καὶ τὴν κύλικα δεξάμενον εἰπεῖν ἀναπαύσωμεν ἤδη ποτὲ τὴν πολλὴν φροντίδα Ῥωμαίων, οἳ μακρὸν ἡγήσαντο καὶ βαρὺ μισουμένου γέροντος ἀναμεῖναι θάνατον, οὐ μὴν οὐδὲ Τίτος ἀξιοζήλωτον ἀποίσεται νίκην οὐδὲ τῶν προγόνων ἀξίαν, οἳ Πύρρῳ πολεμοῦντι καὶ κρατοῦντι τὴν μέλλουσαν ὑποπέμψαντες κατεμήνυσαν φαρμακείαν.
21.1 οὕτω μὲν τὸν Ἀννίβαν ἀποθανεῖν λέγουσιν. ἀπαγγελθέντων δὲ τούτων πρὸς τὴν σύγκλητον, οὐκ ὀλίγοις ἐπαχθὴς ἔδοξεν ὁ Τίτος καί περιττὸς ἄγαν καί ὠμός, ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καί κόλουρον ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας, οὐδενὸς ἐπείγοντος, ἀλλὰ διὰ δόξαν, ὡς ἐπώνυμος τοῦ θανάτου γένοιτο.
21.2 καί τὴν Ἀφρικανοῦ Σκηπίωνος ἐκτιθέντες πρᾳότητα καί μεγαλοψυχίαν ἔτι μᾶλλον ἐθαύμαζον, ὡς ἀήττητον ὄντα καί φοβερὸν ἐν Λιβύῃ καταπολεμήσας Ἀννίβαν οὔτε ἐξήλασεν οὔτε ἐξῃτήσατο παρὰ τῶν πολιτῶν, ἀλλὰ καί πρὸ τῆς μάχης εἰς λόγους ἐλθὼν ἐδεξιώσατο καί μετὰ τὴν μάχην σπενδόμενος οὐδὲν ἐπετόλμησεν οὐδʼ ἐπενέβη τῇ τύχῃ τοῦ ἀνδρός.
21.3 λέγεται δὲ αὖθις ἐν Ἐφέσῳ συμβαλεῖν αὐτούς· καί πρῶτον μὲν ἐν τῷ συμπεριπατεῖν τοῦ Ἀννίβου τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν ἐκεἰνῳ ἐκείνῳ Coraës and Bekker, after Reiske: εἶναι. Blass corrects to προήκουσαν ἐν ἀ. τάξιν. προλαβόντος ἀνέχεσθαι καί περιπατεῖν ἀφελῶς τὸν Ἀφρικανόν, ἔπειτα λόγου περὶ στρατηγῶν ἐμπεσόντος καί τοῦ Ἀννίβου κράτιστον ἀποφηναμένου γεγονέναι τῶν στρατηγῶν Ἀλέξανδρον, εἶτα Πύρρον, τρίτον δὲ αὑτόν, ἡσυχῇ μειδιάσαντα τὸν Ἀφρικανὸν εἰπεῖν, τί δʼ, εἰ μή σε ἐγὼ νενικήκειν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi