Thesauros Edebiyat biography Τίτος

Τίτος

Τίτος Plutarch
15.4 ἀγομένων δὲ καὶ φερομένων ὑπὸ τοῦ Μακεδόνος τοῦτο μὲν Δολόπων καὶ Μαγνήτων, τοῦτο δὲ Ἀθαμάνων καὶ Ἀπεραντῶν, αὐτοῦ δὲ τοῦ Μανίου τὴν μὲν Ἡράκλειαν διαπεπορθηκότος, τὴν δὲ Ναύπακτον Αἰτωλῶν ἐχόντων πολιορκοῦντος, οἰκτείρων τοὺς Ἕλληνας ὁ Τίτος διέπλευσεν ἐκ Πελοποννήσου πρὸς τὸν ὕπατον. καὶ πρῶτον μὲν ἐπετίμησεν εἰ νενικηκὼς αὐτὸς τὰ ἔπαθλα τοῦ πολέμου Φίλιππον ἐᾷ φέρεσθαι, καὶ τριβόμενος περὶ μιᾷ πόλει κάθηται διʼ ὀργήν, ἔθνη δὲ οὐκ ὀλίγα καὶ βασιλείας Μακεδόνες αἱροῦσιν.
15.5 ἔπειτα τῶν πολιορκουμένων, ὡς εἶδον αὑτὸν, ἀπὸ τοῦ τείχους ἀνακαλούντων καὶ χεῖρας ὀρεγόντων καὶ δεομένων, τότε μὲν οὐδὲν εἰπών, ἀλλὰ στραφεὶς καὶ δακρύσας ἀπῆλθεν, ὕστερον δὲ διαλεχθεὶς τῷ Μανίῳ καὶ καταπαύσας τὸν θυμὸν αὐτοῦ διεπράξατο τοῖς Αἰτωλοῖς ἀνοχὰς δοθῆναι, καὶ χρόνον ἐν ᾧ πρεσβεύσαντες εἰς Ῥώμην μετρίου τινὸς τυχεῖν ἀξιώσουσι.
16.1 πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρʼ αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθʼ ὥραν οὐδὲ κατὰ καιρόν, ἀλλʼ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi