Thesauros Edebiyat biography Φιλοποίμην

Φιλοποίμην

Φιλοποίμην Plutarch
4.6 ἔοικε γὰρ οὗτος ὁ ἀνὴρ περαιτέρω τῆς ἀνάγκης ἐμφιλοκαλῆσαι τοῖς στρατιωτικοῖς, καὶ τὸν πόλεμον ὡς ποικιλωτάτην ὑπόθεσιν τῆς ἀρετῆς ἀσπάσασθαι, καὶ ὅλως καταφρονεῖν τῶν ἀπολειπομένων ὡς ἀπράκτων.
5.1 ἤδη δὲ αὐτοῦ τριάκοντα ἔτη γεγονότος Κλεομένης ὁ βασιλεὺς Λακεδαιμονίων νυκτὸς ἐξαίφνης προσπεσὼν τῇ Μεγάλῃ πόλει καὶ τὰς φυλακὰς βιασάμενος ἐντὸς παρῆλθε καὶ τήν ἀγορὰν κατέλαβεν. ἐκβοηθήσας δὲ Φιλοποίμην τοὺς μὲν πολεμίους οὐ κατίσχυσεν ἐξελάσαι, καίπερ ἐρρωμένως καὶ παραβόλως διαγωνισάμενος, τοὺς δὲ πολίτας τρόπον τινὰ τῆς πόλεως ἐξέκλεψε, προσμαχόμενος τοῖς ἐπιδιώκουσι καὶ τὸν Κλεομένην περισπῶν ἐφʼ ἑαυτόν, ὡς χαλεπῶς καὶ μόλις ὕστατος ἀπελθεῖν, ἀποβαλὼν τὸν ἵππον καὶ τραυματίας γενόμενος.
5.2 ἐπεὶ δὲ προσέπεμψεν αὐτοῖς ὁ Κλεομένης εἰς Μεσσήνην ἀπελθοῦσι τήν τε πόλιν μετὰ τῶν χρημάτων ἀποδιδοὺς καὶ τήν χώραν, ὁρῶν ὁ Φιλοποίμην τοὺς πολίτας ἀσμένως δεχομένους καὶ σπεύδοντας ἐπανελθεῖν ἐνέστη καὶ διεκώλυσε τῷ λόγῳ, διδάσκων ὡς οὐκ ἀποδίδωσι τήν πόλιν Κλεομένης, προσκτᾶται δὲ τοὺς πολίτας ἐπὶ τῷ καὶ τήν πόλιν ἔχειν βεβαιότερον οὐ γὰρ ἕξειν αὐτόν ὅπως οἰκίας καὶ τείχη κενὰ φυλάξει καθήμενος, ἀλλὰ καὶ τούτων ὑπʼ ἐρημίας ἐκπεσεῖσθαι. ταῦτα λέγων τοὺς μὲν πολίτας ἀπέτρεψε, τῷ δὲ Κλεομένει πρόφασιν παρέσχε λυμήνασθαι καὶ καταβαλεῖν τὰ πλεῖστα τῆς πόλεως καὶ χρημάτων εὐπορήσαντι μεγάλων ἀπελθεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi