Thesauros Edebiyat biography Φιλοποίμην

Φιλοποίμην

Φιλοποίμην Plutarch
4.2 ἦν γὰρ ἀγρὸς αὐτῷ καλὸς ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, εἰς τοῦτον ἐβάδιζε καθʼ ἡμέραν μετὰ τὸ ἄριστον ἢ μετὰ τὸ δεῖπνον, καὶ καταβαλὼν ἑαυτὸν ἐπὶ στιβαδίου τοῦ τυχόντος ὥσπερ ἕκαστος τῶν ἐργατῶν ἀνεπαύετο. πρωῒ δὲ ἀναστὰς καὶ συνεφαψάμενος ἔργου τοῖς ἀμπελουργοῦσιν ἢ βοηλατοῦσιν, αὖθις εἰς πόλιν ἀπῄει καὶ περὶ τὰ δημόσια τοῖς φίλοις καὶ τοῖς ἄρχουσι συνησχολεῖτο.
4.3 τὰ μὲν οὖν ἐκ τῶν στρατειῶν προσιόντα κατάνλισκεν εἰς ἵππους καὶ ὅπλα καὶ λύσεις αἰχμαλώτων, τὸν δὲ οἶκον ἀπὸ τῆς γεωργίας αὔξειν ἐπειρᾶτο δικαιοτάτῳ τῶν χρηματισμῶν, οὐδὲ τοῦτο ποιούμενος πάρεργον, ἀλλὰ καὶ πάνυ προσήκειν ? οἰόμενος οἰκεῖα κεκτῆσθαι τὸν ἀλλοτρίων ἀφεξόμενον. ἠκροᾶτο δὲ λόγων καὶ συγγράμμασι φιλοσόφων ἐνετύγχανεν, οὐ πᾶσιν, ἀλλʼ ἀφʼ ὧν ἐδόκει πρὸς ἀρετὴν ὠφελεῖσθαι.
4.4 καὶ τῶν Ὁμηρικῶν ὅσα τὰς πρὸς ἀνδρείαν ἐγείρειν καὶ παροξύνειν ἐνόμιζε φαντασίας, τούτοις προσεῖχε. τῶν δʼ ἄλλων ἀναγνωσμάτων μάλιστα τοῖς Εὐαγγέλου τακτικοῖς ἐνεφύετο καὶ τὰς περὶ Ἀλέξανδρον ἱστορίας κατεῖχε, τοὺς λόγους ἐπὶ τὰ πράγματα καταστρέφειν οἰόμενος, εἰ μὴ σχολῆς ἕνεκα καὶ λαλιᾶς ἀκάρπου περαίνοιντο.
4.5 καὶ γὰρ τῶν τακτικῶν θεωρημάτων τὰς ἐπὶ τοῖς πινακίοις διαγραφὰς ἐῶν χαίρειν, ἐπὶ τῶν τόπων αὐτῶν ἐλάμβανεν ἔλεγχον καὶ μελέτην ἐποιεῖτο, χωρίων συγκλινίας καὶ πεδίων ἀποκοπὰς, καὶ ὅσα περὶ ῥείθροις ἢ τάφροις ἢ στενωποῖς πάθη καὶ σχήματα διασπωμένης καὶ πάλιν συστελλομένης φάλαγγος, ἐπισκοπῶν αὐτὸς πρὸς αὑτὸν ἐν ταῖς ὁδοιπορίαις καὶ τοῖς μεθʼ ἑαυτοῦ προβάλλων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi