Thesauros Edebiyat biography Μάρκος Κάτων

Μάρκος Κάτων

Μάρκος Κάτων Plutarch
13.6 τὸ δʼ ἔργον ἅρπαγμα δεῖ τάχους γενέσθαι καὶ τόλμης, ᾗ καὶ λέοντες ἄνοπλοι θαρροῦντες ἐπὶ τὰ δειλὰ τῶν θηρίων βαδίζουσι. ταῦτα εἰπόντος τοῦ Κάτωνος αὐτόθεν ὀρούσαντες, ὥσπερ εἶχον, οἱ Φιρμανοὶ κατὰ τῶν ὁρῶν ἔθεον ἐπὶ τὰς προφυλακάς καὶ προσπεσόντες ἀπροσδόκητοι πάντας μὲν διετάραξαν καὶ διεσκέδασαν, ἕνα δʼ αὐτοῖς ὅπλοις ἁρπάσαντες ἐνεχείρισαν τῷ Κάτωνι.
13.7 παρὰ τούτου μαθών, ὡς ἡ μὲν ἄλλη δύναμις ἐν τοῖς στενοῖς κάθηται μετʼ αὐτοῦμετ’ αὐτοῦ Blass with S: μετὰ. τοῦ βασιλέως, οἱ δὲ φρουροῦντες οὗτοι τὰς ὑπερβολὰς Αἰτωλῶν εἰσιν ἑξακόσιοι λογάδες, καταφρονήσας τῆς ὀλιγότητος ἅμα καὶ τῆς ὀλιγωρίας εὐθὺς ἐπῆγεν ἅμα σάλπιγξι καὶ ἀλαλαγμῷ, πρῶτος σπασάμενος τὴν μάχαιραν. οἱ δʼ ὡς εἶδον ἀπὸ τῶν κρημνῶν ἐπιφερομένους, φεύγοντες εἰς τὸ μέγα στρατόπεδον κατεπίμπλασαν ταραχῆς ἅπαντας.ἅπαντας Sintenis with C; Bekker reads ἅπαντα, with Sintenis and Coraës.
14.1 ἐν τούτῳ δὲ καί τοῦ Μανίου κάτωθεν πρὸς τὰ διατειχίσματα βιαζομένου καί τοῖς στενοῖς προσβάλλοντος ἀθρόαν τὴν δύναμιν, ὁ μέν Ἀντίοχος εἰς τὸ στόμα λίθῳ πληγείς ἐκτιναχθέντων αὐτοῦ τῶν ὀδόντων ἀπ έστρεψε τὸν ἵππον ὀπίσω, περιαλγὴς γενόμενος, τοῦ δὲ στρατοῦ μέρος οὐδὲν ὑπέμεινε τοὺς Ῥωμαίους,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi