21.3
διὸ καὶ μᾶλλον εὐδοκίμησε παρὰ μὲν τῷ δήμῳ Μάρκελλος ἡδονὴν ἐχούσαις καὶ χάριν Ἑλληνικὴν καὶ πιθανότητα διαποικίλας ὄψεσι τὴν πόλιν, παρὰ δὲ τοῖς πρεσβυτέροις Φάβιος Μάξιμος, οὐδὲν γὰρ ἐκίνησε τοιοῦτον οὐδὲ μετήνεγκεν ἐκ τῆς Ταραντίνοις πόλεως ἁλούσης, ἀλλὰ τὰ μὲν ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησε, τὰ δὲ ἀγάλματα μένειν εἴασεν, ἐπειπὼν τὸ μνημονευόμενον·
21.4
ἀπολείπωμεν γὰρ ἔφη, τοὺς θεοὺς τούτους τοῖς Ταραντίνοις κεχολωμένους. Μάρκελλον δʼ ᾐτιῶντο πρῶτον μὲν ὡς ἐπίφθονον ποιοῦντα τὴν πόλιν, οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ θεῶν οἷον αἰχμαλώτων ἀγομένων ἐν αὐτῇ καὶ πομπευομένων, ἔπειτα ὅτι τὸν δῆμον εἰθισμένον πολεμεῖν ἢ γεωργεῖν,
21.5
τρυφῆς δὲ καὶ ῥᾳθυμίας ἄπειρον ὄντα καὶ κατὰ τὸν Εὐριπίδειον Ἡρακλέα, φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν,μέγιστ’ ἀγαθόν with Coraës, as in the Cimon, iv. 4: μέγιστά τε ἀγαθόν. σχολῆς ἐνέπλησε καὶ λαλιᾶς περὶ τεχνῶν καὶ τεχνιτῶν, ἀστεϊζόμενον καὶ διατρίβοντα πρὸς τούτῳ πολὺ μέρος τῆς ἡμέρας, οὐ μὴν ἀλλὰ τούτοις ἐσεμνύνετο καὶ πρὸς τοὺς Ἕλληνας, ὡς τὰ καλὰ καὶ θαυμαστὰ τῆς Ἑλλάδος οὐκ ἐπισταμένους τιμᾶν καὶ θαυμάζειν Ῥωμαίους διδάξας.
22.1
ἐνισταμένων δὲ τῶν ἐχθρῶν τῷ Μαρκέλλῳ πρὸς τὸν θρίαμβον, ἐπεὶ καὶ πράξεις τινὲς ὑπολιπεῖς ἦσαν ἔτι περὶ Σικελίαν καὶ φθόνον εἶχεν ὁ τρίτος θρίαμβος, συνεχώρησεν αὐτὸςαὐτός Coraës and Bekker, following Stephanus, have αὐτοῖς (agreed with them). τὸν μὲν ἐντελῆ καὶ μέγαν εἰς τὸ Ἀλβανὸν ὄρος ἐξελάσαι, τὸν δὲ ἐλάττω καταγαγεῖν εἰς τὴν πόλιν, ὃν εὔαν Ἕλληνες, ὄβαν δὲ Ῥωμαῖοι καλοῦσι.