Thesauros Edebiyat biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
34.2 Ἀλέξανδρος δὲ ὁ μέγας Ἡφαιστίωνος ἀποθανόντος οὐ μόνον ἵππους ἔκειρε καὶ ἡμιόνους, ἀλλὰ καὶ τὰς ἐπάλξεις ἀφεῖλε τῶν τειχῶν, ὡς ἂν δοκοῖεν αἱ πόλεις πενθεῖν, ἀντὶ τῆς πρόσθεν μορφῆς κούριμον σχῆμα καὶ ἄτιμον ἀναλαμβάνουσαι. ταῦτα μὲν οὖν προστάγματα δεσποτῶν ὄντα, καὶ μετὰ πολλῆς ἀνάγκης περαινόμενα καὶ μετὰ φθόνου τῶν τυχόντων καὶ μίσους τῶν βιαζομένων, οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις, εἰς κενὰ καὶ ἄζηλα τὴν περιουσίαν διατιθεμένων·
34.3 ἀνὴρ δὲ δημοτικὸς ἐπὶ ξένης τεθνηκώς, οὐ γυναικός, οὐ παίδων, οὐ συγγενῶν παρόντων, οὐ δεομένου τινός, οὐκ ἀναγκάζοντος, ὑπὸ δήμων τοσούτων καὶ πόλεων ἁμιλλωμένων προπεμπόμενος καὶ συνεκκομιζόμενος καὶ στεφανούμενος, εἰκότως ἐδόκει τὸν τελειότατον ἀπέχειν εὐδαιμονισμόν.
34.4 οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος, εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων. διὸ βέλτιον ὁ Λάκων τὸν Ὀλυμπιονίκην Διαγόραν, ἐπιδόντα μὲν υἱοὺς στεφανουμένους Ὀλυμπίασιν, ἐπιδόντα δʼ υἱωνοὺς καὶ θυγατριδοῦς, ἀσπασάμενος, κάτθανε, εἶπε, Διαγόρα· οὐκ εἰς τὸν Ὄλυμπον ἀναβήσῃ.
34.5 τὰς δὲ Ὀλυμπιακὰς καὶ Πυθικὰς νίκας οὐκ ἂν, οἶμαί, τις εἰς τὸ αὐτὸ συνθεὶς ἁπάσας ἑνὶ τῶν Πελοπίδου παραβαλεῖν ἀγώνων ἀξιώσειεν, οὓς πολλοὺς ἀγωνισάμενος καὶ κατορθώσας, καὶ τοῦ βίου τὸ πλεῖστον ἐν δόξῃ καὶ τιμῇ βιώσας, τέλος ἐν τῇ τρισκαιδεκάτῃ βοιωταρχίᾳ, τυραννοκτονίᾳ μεμιγμένην ἀριστείαν ἀριστεύων, ὑπὲρ τῆς τῶν Θεσσαλῶν ἐλευθερίας ἀπέθανεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi