Thesauros Edebiyat biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
21.1 ὁ δὲ Πελοπίδας ἐν τῷ στρατοπέδῳ κατακοιμηθεὶς ἔδοξε τάς τε παῖδας ὁρᾶν περὶ τὰ μνήματα θρηνούσας καὶ καταρωμένας τοῖς Σπαρτιάταις, τόν τε Σκέδασον κελεύοντα ταῖς κόραις σφαγιάσαι παρθένον ξανθήν, εἰ βούλοιτο τῶν πολεμίων ἐπικρατῆσαι. δεινοῦ δὲ καὶ παρανόμου τοῦ προστάγματος αὐτῷ φανέντος ἐξαναστὰς ἐκοινοῦτο τοῖς τε μάντεσι καὶ τοῖς ἄρχουσιν.
21.2 ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οἱ δʼ· ἀπειθεῖν, τῶν μὲν παλαιῶν προφέροντες Μενοικέα τόν Κρέοντος καὶ Μακαρίαν τὴν Ἡρακλέους, τῶν δʼ ὕστερον Φερεκύδην τε τόν σοφὸν ὑπὸ Λακεδαιμονίων ἀναιρεθέντα καὶ τὴν δορὰν αὐτοῦ κατά τι λόγιον ὑπὸ τῶν βασιλέων φρουρουμένην, Λεωνίδαν τε τῷ χρησμῷ τρόπον τινὰ προθυσάμενον ἑαυτὸν ὑπὲρ τῆς Ἑλλάδος,
21.3 ἔτι δὲ τοὺς ὑπὸ Θεμιστοκλέους σφαγιασθέντας Ὠμηστῇ Διονύσῳ πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας· ἐκείνοις γὰρ ἐπιμαρτυρῆσαι τὰ κατορθώματα· τοῦτο δέ, ὡς Ἀγησίλαον ἀπὸ τῶν αὐτῶν Ἀγαμέμνονι τόπων ἐπὶ τοὺς αὐτοὺς στρατευόμενον πολεμίους ᾔτησε μὲν ἡ θεὸς τὴν θυγατέρα σφάγιον καὶ ταύτην εἶδε τὴν ὄψιν ἐν Αὐλίδι κοιμώμενος, ὁ δʼ οὐκ ἔδωκεν, ἀλλʼ ἀπομαλθακωθεὶς κατέλυσε τὴν στρατείαν ἄδοξον καὶ ἀτελῆ γενομένην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi