Thesauros Edebiyat biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
1.1 Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν ὀρθῶς ἀποφαινόμενος. ὁ γοῦν παρʼ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων·
1.2 ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτʼ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ὁ ἄνθρωπος ἀπεκρύψατο τὸ αἴτιον, ἀλλʼ εἶπεν ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν διʼ ἃ τοῦ ζῆν ὠλιγώρουν.
1.3 πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον,
1 / 49 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi