Thesauros Edebiyat biography Αἰμίλιος Παῦλλος

Αἰμίλιος Παῦλλος

Αἰμίλιος Παῦλλος Plutarch
7.4 οὐκ ἀνεκτὸν ἡγοῦντο Περσεῖ καθάπερ ἀντιπάλῳ τῆς Ῥώμης ἴσον φερόμενοι συμπεπλέχθαι, πολὺν ἤδη χρόνον ἀπὸ τῶν λειψάνων τῆς πατρῴας ἥττης πολεμοῦντι πρὸς αὐτούς,
7.5 ἀγνοοῦντες ὅτι πολλῷ τὴν Μακεδόνων δύναμιν ἡττηθεὶς Φίλιππος ἐρρωμενεστέραν καὶ μαχιμωτέραν ἐποίησε. περὶ ὧν δίειμι βραχέως ἄνωθεν ἀρξάμενος.
8.1 Ἀντίγονος μέγιστον δυνηθεὶς τῶν Ἀλεξάνδρου διαδόχων καὶ στρατηγῶν, κτησάμενος ἑαυτῷ καὶ γένει τὴν τοῦ βασιλέως προσηγορίαν, υἱόν ἔσχε Δημήτριον, οὗ παῖς Ἀντίγονος ἦν ὁ Γονατᾶς ἐπονομασθείς·
8.2 τούτου δὲ Δημήτριος, ὃς αὐτός τε βασιλεύσας χρόνον οὐ πολύν, υἱόν τε παῖδα τὴν ἡλικίαν ἀπολιπὼν Φίλιππον ἐτελεύτησε.
8.3 δείσαντες δὲ τὴν ἀναρχίαν οἱ πρῶτοι Μακεδόνων Ἀντίγονον ἐπάγονται τοῦ τεθνηκότος ἀνεψιὸν ὄντα, καὶ συνοικίσαντες αὐτῷ τὴν μητέρα τοῦ Φιλίππου, πρῶτον μὲν ἐπίτροπον καὶ στρατηγόν, εἶτα πειρώμενοι μετρίου καὶ κοινωφελοῦς βασιλέα προσηγόρευσαν. ἐπεκλήθη δὲ Δώσων ὡς ἐπαγγελτικὸς, οὐ τελεσιουργὸς δὲ τῶν ὑποσχέσεων.
8.4 μετὰ τοῦτον βασιλεύσας ὁ Φίλιππος ἤνθησεν ἐν τοῖς μάλιστα τῶν βασιλέων ἔτι μειράκιον ὢν, καὶ δόξαν ἔσχεν ὡς ἀναστήσων Μακεδονίαν εἰς τὸ παλαιὸν ἀξίωμα καὶ μόνος ἐπὶ πάντας ἤδη τὴν Ῥωμαίων δύναμιν αἰρομένην καθέξων.
8.5 ἡττηθεὶς δὲ μεγάλῃ μάχῃ περὶ Σκότουσσαν ὑπὸ Τίτου Φλαμινίνου τότε μὲν ἔπτηξε καὶ πάντα τὰ καθʼ ἑαυτὸν ἐπέτρεψε Ῥωμαίοις, καὶ τυχὼν ἐπιτιμήσεως μετρίας ἠγάπησεν.
8.6 ὕστερον δὲ βαρέως φέρων, καὶ τὸ βασιλεύειν χάριτι Ῥωμαίων ἡγούμενος αἰχμαλώτου τρυφὴν ἀγαπῶντος εἶναι μᾶλλον ἢ φρόνημα καὶ θυμὸν ἔχοντος ἀνδρός, ἐπεῖχε τῷ πολέμῳ τὴν γνώμην καὶ συνετάττετο λάθρα καὶ πανούργως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi