Thesauros Edebiyat biography Αἰμίλιος Παῦλλος

Αἰμίλιος Παῦλλος

Αἰμίλιος Παῦλλος Plutarch
28.9 ὁ δὲ καὶ τούτοις ἔχαιρεν, ὅτι πολλῶν παρεσκευασμένων καὶ λαμπρῶν τὸ ἥδιστον αὐτὸς ἦν ἀπόλαυσμα καὶ θέαμα τοῖς παροῦσι, καὶ πρὸς τοὺς θαυμάζοντας τὴν ἐπιμέλειαν ἔλεγε τῆς αὐτῆς εἶναι ψυχῆς παρατάξεώς τε προστῆναι καλῶς καὶ συμποσίου, τῆς μὲν, ὅπως φοβερωτάτη τοῖς πολεμίοις, τοῦ δʼ, ὡς εὐχαριστότατον ᾖ τοῖς συνοῦσιν.
28.10 οὐδενὸς δʼ ἧττον αὐτοῦ τὴν ἐλευθεριότητα καὶ τὴν μεγαλοψυχίαν ἐπῄνουν οἱ ἄνθρωποι, πολὺ μὲν ἀργύριον, πολὺ δὲ χρυσίον ἐκ τῶν βασιλικῶν ἠθροισμένον οὐδʼ ἰδεῖν ἐθελήσαντος, ἀλλὰ τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδόντος.
28.11 μόνα τὰ βιβλία τοῦ βασιλέως φιλογραμματοῦσι τοῖς υἱέσιν ἐπέτρεψεν ἐξελέσθαι, καὶ διανέμων ἀριστεῖα τῆς μάχης Αἰλίῳ Τουβέρωνι τῷ γαμβρῷ φιάλην ἔδωκε πέντε λιτρῶν ὁλκήν.
28.12 οὗτός ἐστι Τουβέρων ὃν ἔφαμεν μετὰ συγγενῶν οἰκεῖν ἑκκαιδέκατον, ἀπὸ γηδίου μικροῦ διατρεφομένων ἁπάντων.
28.13 καὶ πρῶτον ἄργυρον ἐκεῖνόν φασιν εἰς τὸν Αἰλίων οἶκον εἰσελθεῖν, ὑπʼ ἀρετῆς καὶ τιμῆς εἰσαγόμενον, τὸν δʼ ἄλλον χρόνον οὔτʼ αὐτοὺς οὔτε τὰς γυναῖκας τὰς γυναῖκας Bekker, after Reiske: γυναῖκας. ἀργυρίου χρῄζειν ἢ χρυσοῦ.
29.1 διῳκημένων δὲ πάντων αὐτῷ καλῶς ἀσπασάμενος τοὺς Ἕλληνας, καὶ παρακαλέσας τοὺς Μακεδόνας μεμνῆσθαι τῆς δεδομένης ὑπὸ Ῥωμαίων ἐλευθερίας σῴζοντας αὐτὴν διʼ εὐνομίας καὶ ὁμονοίας, ἀνέζευξεν ἐπὶ τὴν Ἤπειρον, ἔχων δόγμα συγκλήτου τοὺς συμμεμαχημένους αὐτῷ τὴν πρὸς Περσέα μάχην στρατιώτας ἀπὸ τῶν ἐκεῖ πόλεων ὠφελῆσαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi