Thesauros Edebiyat biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
30.4 τῶν δὲ περὶ τὸν Μάμερκον, τὸν Κατάνης τύραννον, καὶ Ἱκέτην, εἴτε φθόνῳ τῶν κατορθουμένων ὑπὸ Τιμολέοντος, εἴτε φοβουμένων αὐτὸν ὡς ἄπιστον καὶ ἄσπονδον πρὸς τοὺς τυράννους, συμμαχίαν ποιησαμένων πρὸς τοὺς Καρχηδονίους καὶ κελευσάντων πέμπειν δύναμιν καὶ στρατηγόν, εἰ μὴ παντάπασι βούλονται Σικελίας ἐκπεσεῖν,
30.5 ἔπλευσε Γέσκων ναῦς μὲν ἔχων ἑβδομήκοντα, μισθοφόρους δὲ προσλαβὼν Ἕλληνας, οὔπω πρότερον Ἕλλησι χρησαμένων Καρχηδονίων, ἀλλὰ τότε θαυμασάντων ὡς ἀνυποστάτους καὶ μαχιμωτάτους ἀνθρώπων ἁπάντων.
30.6 συστάντες δὲ κοινῇ μετʼ ἀλλήλων ἅπαντες ἐν τῇ Μεσσηνίᾳ τετρακοσίους τῶν παρὰ Τιμολέοντος ξένων ἐπικούρους πεμφθέντας ἀπέκτειναν, ἐν δὲ τῇ Καρχηδονίων ἐπικρατείᾳ περὶ τὰς καλουμένας Ἱερὰς ἐνεδρεύσαντες τοὺς μετʼ Εὐθύμου τοῦ Λευκαδίου μισθοφόρους διέφθειραν.
30.7 ἐξ ὧν καὶ μάλιστα τὴν Τιμολέοντος εὐτυχίαν συνέβη γενέσθαι διώνυμον. ἦσαν μὲν γὰρ οὗτοι τῶν μετὰ Φιλομήλου τοῦ Φωκέως καὶ Ὀνομάρχου Δελφοὺς καταλαβόντων καὶ μετασχόντων ἐκείνοις τῆς ἱεροσυλίας.
30.8 μισούντων δὲ πάντων αὐτοὺς καὶ φυλαττομένων ἐπαράτους γεγονότας, πλανώμενοι περὶ τὴν Πελοπόννησον ὑπὸ Τιμολέοντος ἐλήφθησαν ἑτέρων στρατιωτῶν οὐκ εὐποροῦντος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi