Thesauros Edebiyat biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
11.6 οὐδʼ ἐπίστευον αἱ πόλεις διάπλεαι κακῶν οὖσαι καὶ πρὸς ἅπαντας ἀπηγριωμέναι τοὺς ἡγουμένους στρατοπέδων, μάλιστα διὰ τὴν Καλλίππου καὶ Φάρακος ἀπιστίαν, ὧν ὁ μὲν Ἀθηναῖος ὤν, ὁ δὲ Λακεδαιμόνιος, ἀμφότεροι δὲ φάσκοντες ὑπὲρ τῆς ἐλευθερίας ἥκειν καὶ καταλύειν τοὺς μονάρχους, χρυσὸν ἀπέδειξαν ἀπέδειξαν Blass, after Hemsterhuis: ἔδειξαν. τῇ Σικελίᾳ τὰς ἐν τῇ τυραννίδι συμφοράς καὶ μακαριωτέρους δοκεῖν ἐποίησαν τοὺς καταστρέψαντας ἐν τῇ δουλείᾳ τῶν ἐπιδόντων τὴν αὐτονομίαν.
12.1 οὐδὲν οὖν ἐκείνων βελτίονα τὸν Κορίνθιον ἔσεσθαι προσδοκῶντες, ἀλλὰ ταῦτα πάλιν ἥκειν πρὸς αὐτοὺς σοφίσματα καί δελεάσματα, μετʼ ἐλπίδων χρηστῶν καί φιλανθρώπων ὑποσχέσεων εἰς μεταβολὴν δεσπότου καινοῦ τιθασευομένους, ὑπώπτευον καί διεκρούοντο τὰς τῶν Κορινθίων προκλήσεις πλὴν Ἀδρανιτῶν,
12.2 οἳ πόλιν μικρὰν μέν, ἱερὰν δʼ οὖσαν Ἀδρανοῦ, θεοῦ τινος τιμωμένου διαφερόντως ἐν ὅλῃ Σικελίᾳ, κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους, οἱ μὲν Ἱκέτην προσαγόμενοι καί Καρχηδονίους, οἱ δὲ πρὸς Τιμολέοντα διαπεμπόμενοι.
12.3 καί πως ἀπʼ αὐτομάτου συνέτυχε σπευδόντων ἀμφοτέρων εἰς ἕνα καιρὸν ἀμφοτέροις γενέσθαι τὴν παρουσίαν.
12.4 ἀλλʼ Ἱκέτης μὲν ἧκε πεντακισχιλίους στρατιώτας ἔχων, Τιμολέοντι δὲ οἱ σύμπαντες ἦσαν οὐ πλείους χιλίων διακοσίων·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi