Thesauros Edebiyat biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
11.2 πέμπουσι δʼ οὖν εἰς τὸ Ταυρομένιον πρεσβευτὴν ἐπὶ τριήρους, ὃς πολλὰ διαλεχθεὶς πρὸς τὸν Ἀνδρόμαχον, ἐπαχθῶς καὶ βαρβαρικῶς ἀνατεινάμενος εἰ μὴ τὴν ταχίστην ἐκβάλλει τοὺς Κορινθίους, τέλος ὑπτίαν τὴν χεῖρα δείξας, εἶτʼ αὖθις καταστρέψας ἠπείλησε τοιαύτην οὖσαν αὐτῷ τὴν πόλιν τοιαύτην ποιήσειν.
11.3 γελάσας δʼ ὁ Ἀνδρόμαχος ἄλλο μὲν οὐδὲν ἀπεκρίνατο, τὴν δὲ χεῖρα νῦν μὲν ὑπτίαν, ὡς ἐκεῖνος, νῦν δὲ πρηνῆ προτείνας ἐκέλευσεν ἀποπλεῖν αὐτόν, εἰ μὴ βούλοιτο τὴν ναῦν ἀντὶ τοιαύτης γενέσθαι τοιαύτην.
11.4 ὁ δʼ Ἱκέτης πυθόμενος τὴν τοῦ Τιμολέοντος διάβασιν καὶ φοβηθείς μετεπέμψατο πολλὰς τῶν Καρχηδονίων τριήρεις.
11.5 ὅτε καὶ παντάπασι συνέβη τοὺς Συρακουσίους ἀπογνῶναι τὴν σωτηρίαν, ὁρῶντας τοῦ μὲν λιμένος αὐτῶν Καρχηδονίους κρατοῦντας, τὴν δὲ πόλιν Ἱκέτην ἔχοντα, τῆς δʼ ἄκρας κυριεύοντα Διονύσιον, Τιμολέοντα δὲ ὥσπερ ἐκ κρασπέδου τινὸς λεπτοῦ τῆς Ταυρομενιτῶν πολίχνης τῇ Σικελίᾳ προσηρτημένον ἐπʼ ἐλπίδος ἐπ’ ἐλπίδος Bekker has ἀπ’ ἐλπίδος, after Coraës. ἀσθενοῦς καὶ βραχείας δυνάμεως· χιλίων γὰρ αὐτῷ στρατιωτῶν καὶ τροφῆς τούτοις ἀναγκαίας πλέον οὐδὲν ὑπῆρχεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi