Thesauros Edebiyat biography Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις

Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις

Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις Plutarch
2.2 ἀλλʼ αὕτη μὲν ἡ πολιτείᾳ, καίπερ εἰς πόλεμον αὖθις ἐμβαλοῦσα τὴν πόλιν, ἰσχυρὰν ἐποίησε καὶ φοβερὰν, τῆς Μαντινέων καὶ Ἀργείων συμμαχίας διʼ Ἀλκιβιάδου προσγενομένης· Μάρκιος δʼ ὅτι μὲν ἀπάτῃ καὶ αὐτὸς ἐξεπολέμωσε Ῥωμαίους καὶ Οὐολούσκους διαβαλὼν ψευδῶς τοὺς ἥκοντας ἐπὶ τὴν θέαν, Διονύσιος ἱστόρηκεν ἡ δʼ αἰτία φαυλότερον ποιεῖ τὸ ἔργον.
2.3 οὐ γὰρ ἐκ φιλονεικίας οὐδὲ πολιτικῆς μάχης ἢ ἁμίλλης, ὡς ἐκεῖνος, ἀλλʼ ὀργῇ χαριζόμενος, παρʼ ἧς οὐδένα φησὶν ὁ Δίων Δίων Bekker corrects to Ἴων after Bryan. The verse οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν πάτερ is attributed to Menander in Stobaeus, Floril. xx. 6 (Kock, Com. Att. Frag. iii. p. 188). ἀπολαβεῖν χάριν, πολλὰ τῆς Ἰταλίας μέρη συνετάραξε καὶ πολλὰς πόλεις οὐδὲν ἀδικούσας τῷ πρὸς τὴν πατρίδα θυμῷ παρανάλωσε. καίτοι καὶ Ἀλκιβιάδης διʼ ὀργὴν μεγάλων αἴτιος συμφορῶν κατέστη τοῖς πολίταις.
2.4 ἀλλʼ ὅτε πρῶτον ἔγνω μεταμελομένους, εὐγνωμόνησε, καὶ πάλιν ἀπορριφείς οὐκ ἐφήσθη τοῖς στρατηγοῖς ἁμαρτάνουσιν οὐδὲ παρεῖδε κακῶς βουλευομένους καὶ κινδυνεύοντας, ἀλλʼ, ὅπερ Ἀριστείδης ἐπαινεῖται μάλιστα πράξας πρὸς Θεμιστοκλέα, τοῦτʼ ἐποίησε, πρὸς τοὺς τότʼ ἄρχοντας οὐ φίλους ὄντας ἐλθὼν καὶ φράσας τὸ δέον καὶ διδάξας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi