32.4
λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις· τῷ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη· καὶ τὸ ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς γʼ ἐνὶ θυμῷ δήμου θῆκε φάτιν· καὶ τὸ ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε· καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον ἄπιστον Bekker has ἀκρατῆ (powerless to determine). καθιστάντος.
32.5
οὐ ποιεῖ δὲ τοῦτο Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφʼ ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις· αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν· καὶ, ὣς φάτο, Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν· καὶ πάλιν, ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην·
32.6
ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν, οὐδʼ ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγωγούς, αἷς οὐδὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκουσίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προστίθησιν.
32.7
ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθʼ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.