Thesauros Edebiyat biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
30.3 οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρʼ ἀνδρὸς οἰκείου καὶ συνήθους, ἐγίνετο τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες ἐνετύγχανον αὐτῷ μετʼ ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς.
30.4 ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περί αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν. εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ αὑτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε, τὰ δʼ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν, ὅσην ἀπετέμοντο πολέμῳ, κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις·
30.5 ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου, χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα· καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.
31.1 τοῦτο δὴ πρῶτον αἰτίαμα τῶν Οὐολούσκων οἱ πάλαι βαρυνόμενοι τὴν δύναμιν αὐτὸν καὶ φθονοῦντες ἐλάμβανον· ὧν ἦν καὶ ὁ Τύλλος, ἰδίᾳ μὲν ὑπὸ τοῦ Μαρκίου μηδὲν ἀδικούμενος, ἐν δʼ ἀνθρωπίνῳ πάθει γεγονώς. ἤχθετο γὰρ ἠμαυρωμένος παντάπασι τῇ δόξῃ καὶ παρορώμενος ὑπὸ τῶν Οὐολούσκων, πάντα μόνον ἡγουμένων αὐτοῖς εἶναι τὸν Μάρκιον, τοὺς δὲ ἄλλους ἀξιούντων, ὅσον ἐκεῖνος αὐτοῖς μεταδώσει δυνάμεως καὶ ἀρχῆς, ἀγαπᾶν ἔχοντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi