Thesauros Edebiyat biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
15.1 ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευσεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. ἐπεὶ δέ, τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης, ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρῶς ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδένʼ οὕτω μηδέποτε σπουδάσαντες,
15.2 ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι. προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν.
15.3 οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρκιον, ὡς δʼ ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον, αὐτὸς δʼ ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐδʼ ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοειδεῖ καὶ φιλονείκῳ μέρει τῆς ψυχῆς, ὡς ἔχοντι μέγεθος καὶ φρόνημα, κεχρημένος, τὸ δʼ ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi