9.4
ὁ δὲ Μάρκιος ἠρώτησε τὸν Κομίνιον πῶς διακεκόσμηται τὰ τῶν πολεμίων ὅπλα καὶ ποῦ τέτακται τὸ μαχιμώτατον. ἐκείνου δὲ φήσαντος οἴεσθαι τὰς κατὰ μέσον σπείρας Ἀντιατῶν εἶναι, πολεμικωτάτων καὶ μηδενὶ φρονήματος ὑφιεμένων, ἀξιῶ σε τοίνυν, ὁ Μάρκιος ἔφη, καὶ αἰτοῦμαι, κατὰ τούτους τάξον ἡμᾶς τοὺς ἄνδρας. ἔδωκεν οὖν ὁ ὕπατος, θαυμάσας αὐτοῦ τὸ πρόθυμον.
9.5
ὡς δʼ ἦσαν ἐμβολαὶ δοράτων, καὶ τοῦ Μαρκίου προεκδραμόντος οὐκ ἀντέσχον οἱ κατὰ στόμα τῶν Οὐολούσκων, ἀλλʼ ᾧ προσέμιξε μέρει τῆς φάλαγγος εὐθὺς διεκέκοπτο, τῶν δʼ ἑκατέρωθεν ἐπιστρεφόντων καὶ περιλαμβανόντων τοῖς ὅπλοις τὸν ἄνδρα, δείσας ὁ ὕπατος τοὺς κρατίστους τῶν περὶ αὑτὸν ἐξέπεμπεν.
9.6
ἰσχυρᾶς δὲ περὶ τὸν Μάρκιον μάχης γενομένης καὶ πολλῶν ἐν ὀλίγῳ νεκρῶν πεσόντων, ἐγκείμενοι καὶ καταβιαζόμενοι τοὺς πολεμίους ἐώσαντο, καὶ τρεπόμενοι πρὸς δίωξιν αὐτῶν τὸν Μάρκιον ἠξίουν ὑπό τε καμάτου βαρὺν ὄντα καὶ τραυμάτων ἀναχωρεῖν ἐπὶ τὸ στρατόπεδον. εἰπὼν δʼ ἐκεῖνος ὅτι νικώντων οὐκ ἔστι τὸ κάμνειν, ἐφείπετο τοῖς φεύγουσιν. ἡττήθη δὲ καὶ τὸ λοιπὸν στράτευμα, πολλῶν μὲν διαφθαρέντων, πολλῶν δὲ ἁλόντων.
10.1
τῇ δʼ ὑστεραίᾳ τοῦ Λαρκίου παραγενομένου καὶ τῶν ἄλλων ἀθροιζομένων πρὸς τὸν ὕπατον, ἀναβὰς ἐπὶ τὸ βῆμα, καὶ τοῖς θεοῖς τὴν πρέπουσαν ἀποδοὺς ἐπὶ τηλικούτοις κατορθώμασιν εὐφημίαν, πρὸς τὸν Μάρκιον τρέπεται, καὶ πρῶτον μὲν αὐτοῦ θαυμαστὸν ἔπαινον εἶπε, τῶν μὲν αὐτὸς ἐν τῇ μάχῃ γεγονὼς θεατής, τὰ δὲ τοῦ Λαρκίου μαρτυροῦντος.