Thesauros Edebiyat biography Ἀλκιβιάδης

Ἀλκιβιάδης

Ἀλκιβιάδης Plutarch
32.4 ἐπεὶ δʼ ἀπέβη, τοὺς μὲν ἄλλους στρατηγοὺς οὐδʼ ὁρᾶν ἐδόκουν ἀπαντῶντες οἱ ἄνθρωποι, πρὸς δʼ ἐκεῖνον συντρέχοντες ἐβόων, ἠσπάζοντο, παρέπεμπον, ἐστεφάνουν προσιόντες, οἱ δὲ μὴ δυνάμενοι προσελθεῖν ἄπωθεν ἐθεῶντο, καὶ τοῖς νέοις ἐδείκνυσαν οἱ πρεσβύτεροι. πολὺ δὲ καὶ δάκρυον τῷ χαίροντι τῆς πόλεως ἀνεκέκρατο, καὶ μνήμη πρὸς τὴν παροῦσαν εὐτυχίαν τῶν πρόσθεν ἀτυχημάτων, λογιζομένοις ὡς οὔτʼ ἂν Σικελίας
32.5 διήμαρτον οὔτʼ ἄλλο τι τῶν προσδοκηθέντων ἐξέφυγεν αὐτοὺς ἐάσαντας Ἀλκιβιάδην ἐπὶ τῶν τότε πραγμάτων καὶ τῆς δυνάμεως ἐκείνης, εἰ νῦν τὴν πόλιν παραλαβὼν ὀλίγου δέουσαν ἐκπεπτωκέναι τῆς θαλάττης, κατὰ γῆν δὲ μόλις τῶν προαστείων κρατοῦσαν, αὐτὴν δὲ πρὸς ἑαυτὴν στασιάζουσαν, ἐκ λυπρῶν ἔτι λειψάνων καὶ ταπεινῶν ἀναστήσας οὐ μόνον μόνον with Ma and Cobet: μόνον γε. τῆς θαλάττης τὸ κράτος ἀποδέδωκεν, ἀλλὰ καὶ πεζῇ νικῶσαν ἀποδείκνυσι πανταχοῦ τοὺς πολεμίους.
33.1 τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο, Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς ἐλεγείαις πεποίηκεν, ὑπομιμνήσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· γνώμη δʼ ἥ σε κατήγαγʼ, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δʼ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται· Critias; Bergk, Poet. Lyr. Graeci, ii.(4) pp. 279 ff.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi